2.143 Ἑκαταίῳ δὲ γενεηλογήσαντι ἑωυτὸν καὶ ἀναδήσαντι ἐς ἑκκαιδέκατον θεὸν ἀντεγενεηλόγησαν ἐπὶ τῇ ἀριθμήσι , οὐ δεκόμενοι παρ’ αὐτοῦ ἀπὸ θεοῦ γενέσθαι ἄνθρωπον · ἀντεγενεηλόγησαν δὲ ὧδε , φάμενοι ἕκαστον τῶν κολοσσῶν πίρωμιν ἐκ πιρώμιος γεγονέναι , ἐς τοὺς πέντε καὶ τεσσεράκοντα καὶ τριηκοσίους ἀπέδεξαν κολοσσούς [ πίρωμιν ἐπονομαζόμενον ] , καὶ οὔτε ἐς θεὸν οὔτε ἐς ἥρωα ἀνέδησαν αὐτούς . πίρωμις δὲ ἐστὶ κατὰ Ἑλλάδα γλῶσσαν καλὸς κἀγαθός .
2.144 ἤδη ὦν τῶν αἱ εἰκόνες ἦσαν , τοιούτους ἀπεδείκνυσαν σφέας πάντας ἐόντας , θεῶν δὲ πολλὸν ἀπαλλαγμένους . τὸ δὲ πρότερον τῶν ἀνδρῶν τούτων θεοὺς εἶναι τοὺς ἐν Αἰγύπτῳ ἄρχοντας , οὐκ ἐόντας ἅμα τοῖσι ἀνθρώποισι , καὶ τούτων αἰεὶ ἕνα τὸν κρατέοντα εἶναι · ὕστατον δὲ αὐτῆς βασιλεῦσαι ὦρον τὸν Ὀσίριος παῖδα , τὸν Ἀπόλλωνα Ἕλληνες ὀνομάζουσι · τοῦτον καταπαύσαντα Τυφῶνα βασιλεῦσαι ὕστατον Αἰγύπτου . Ὄσιρις δὲ ἐστὶ Διόνυσος κατὰ Ἑλλάδα γλῶσσαν .
2.145 ἐν Ἕλλησι μέν νυν νεώτατοι τῶν θεῶν νομίζονται εἶναι Ἡρακλέης τε καὶ Διόνυσος καὶ Πάν , παρ’ Αἰγυπτίοισι δὲ Πὰν μὲν ἀρχαιότατος καὶ τῶν ὀκτὼ τῶν πρώτων λεγομένων θεῶν , Ἡρακλέης δὲ τῶν δευτέρων τῶν δυώδεκα λεγομένων εἶναι , Διόνυσος δὲ τῶν τρίτων , οἳ ἐκ τῶν δυώδεκα θεῶν ἐγένοντο . Ἡρακλέι μὲν δὴ ὅσα αὐτοὶ Αἰγύπτιοι φασὶ εἶναι ἔτεα ἐς Ἄμασιν βασιλέα , δεδήλωταί μοι πρόσθε · Πανὶ δὲ ἔτι τούτων πλέονα λέγεται εἶναι , Διονύσῳ δ’ ἐλάχιστα τούτων , καὶ τούτῳ πεντακισχίλια καὶ μύρια λογίζονται εἶναι ἐς Ἄμασιν βασιλέα .