2.139 ἐν γὰρ τῇ Αἰθιοπίῃ ἐόντι αὐτῷ τὰ μαντήια , τοῖσι χρέωνται Αἰθίοπες , ἀνεῖλε ὡς δέοι αὐτὸν Αἰγύπτου βασιλεῦσαι ἔτεα πεντήκοντα . ὡς ὦν χρόνος οὗτος ἐξήιε καὶ αὐτὸν ὄψις τοῦ ἐνυπνίου ἐπετάρασσε , ἑκὼν ἀπαλλάσσετο ἐκ τῆς Αἰγύπτου Σαβακῶς .
2.140 ὡς δ’ ἄρα οἴχεσθαι τὸν Αἰθίοπα ἐξ Αἰγύπτου , αὖτις τὸν τυφλὸν ἄρχειν ἐκ τῶν ἑλέων ἀπικόμενον , ἔνθα πεντήκοντα ἔτεα νῆσον χώσας σποδῷ τε καὶ γῇ οἴκεε . ὅκως γάρ οἱ φοιτᾶν σῖτον ἄγοντας Αἰγυπτίων , ὡς ἑκάστοισι προστετάχθαι , σιγῇ τοῦ Αἰθίοπος , ἐς τὴν δωρεὴν κελεύειν σφέας καὶ σποδὸν κομίζειν . ταύτην τὴν νῆσον οὐδεὶς πρότερον ἐδυνάσθη Ἀμυρταίου ἐξευρεῖν , ἀλλὰ ἔτεα ἐπὶ πλέω ἑπτακόσια οὐκ οἷοί τε ἦσαν αὐτὴν ἀνευρεῖν οἱ πρότεροι γενόμενοι βασιλέες Ἀμυρταίου . οὔνομα δὲ ταύτῃ τῇ νήσῳ Ἐλβώ , μέγαθος δ’ ἐστὶ πάντῃ δέκα σταδίων .
2.141 μετὰ δὲ τοῦτον βασιλεῦσαι τὸν ἱρέα τοῦ Ἡφαίστου , τῷ οὔνομα εἶναι Σεθῶν · τὸν ἐν ἀλογίῃσι ἔχειν παραχρησάμενον τῶν μαχίμων Αἰγυπτίων ὡς οὐδὲν δεησόμενον αὐτῶν , ἄλλα τε δὴ ἄτιμα ποιεῦντα ἐς αὐτούς , καί σφεας ἀπελέσθαι τὰς ἀρούρας · τοῖσι ἐπὶ τῶν προτέρων βασιλέων δεδόσθαι ἐξαιρέτους ἑκάστῳ δυώδεκα ἀρούρας . μετὰ δὲ ἐπ’ Αἴγυπτον ἐλαύνειν στρατὸν μέγαν Σαναχάριβον βασιλέα Ἀραβίων τε καὶ Ἀσσυρίων · οὔκων δὴ ἐθέλειν τοὺς μαχίμους τῶν Αἰγυπτίων βοηθέειν .