2.138 τὰ δὲ προπύλαια ὕψος μὲν δέκα ὀργυιέων ἐστί , τύποισι δὲ ἑξαπήχεσι ἐσκευάδαται ἀξίοισι λόγου . ἐὸν δ’ ἐν μέσῃ τῇ πόλι τὸ ἱρὸν κατορᾶται πάντοθεν περιιόντι · ἅτε γὰρ τῆς πόλιος μὲν ἐκκεχωσμένης ὑψοῦ , τοῦ δ’ ἱροῦ οὐ κεκινημένου ὡς ἀρχῆθεν ἐποιήθη , ἔσοπτον ἐστί . περιθέει δὲ αὐτὸ αἱμασιὴ ἐγγεγλυμμένη τύποισι , ἔστι δὲ ἔσωθεν ἄλσος δενδρέων μεγίστων πεφυτευμένον περὶ νηὸν μέγαν , ἐν τῷ δὴ τὤγαλμα ἔνι · εὖρος δὲ καὶ μῆκος τοῦ ἱροῦ πάντῃ σταδίου ἐστί . κατὰ μὲν δὴ τὴν ἔσοδον ἐστρωμένη ἐστὶ ὁδὸς λίθου ἐπὶ σταδίους τρεῖς μάλιστά κῃ , διὰ τῆς ἀγορῆς φέρουσα ἐς τὸ πρὸς ἠῶ , εὖρος δὲ ὡς τεσσέρων πλέθρων · τῇ δὲ καὶ τῇ τῆς ὁδοῦ δένδρεα οὐρανομήκεα πέφυκε · φέρει δὲ ἐς Ἑρμέω ἱρόν . τὸ μὲν δὴ ἱρὸν τοῦτο οὕτω ἔχει .
2.139 τέλος δὲ τῆς ἀπαλλαγῆς τοῦ Αἰθίοπος ὧδε ἔλεγον γενέσθαι · ὄψιν ἐν τῷ ὕπνῳ τοιήνδε ἰδόντα αὐτὸν οἴχεσθαι φεύγοντα · ἐδόκέε οἱ ἄνδρα ἐπιστάντα συμβουλεύειν τοὺς ἱρέας τοὺς ἐν Αἰγύπτῳ συλλέξαντα πάντας μέσους διαταμεῖν . ἰδόντα δὲ τὴν ὄψιν ταύτην λέγειν αὐτὸν ὡς πρόφασίν οἱ δοκέοι ταύτην τοὺς θεοὺς προδεικνύναι , ἵνα ἀσεβήσας περὶ τὰ ἱρὰ κακόν τι πρὸς θεῶν πρὸς ἀνθρώπων λάβοι · οὔκων ποιήσειν ταῦτα , ἀλλὰ γάρ οἱ ἐξεληλυθέναι τὸν χρόνον , ὁκόσον κεχρῆσθαι ἄρξαντα Αἰγύπτου ἐκχωρήσειν .