2.141 τὸν δ’ ἱρέα ἐς ἀπορίην ἀπειλημένον ἐσελθόντα ἐς τὸ μέγαρον πρὸς τὤγαλμα ἀποδύρεσθαι οἷα κινδυνεύει παθεῖν . ὀλοφυρόμενον δ’ ἄρα μιν ἐπελθεῖν ὕπνον , καί οἱ δόξαι ἐν τῇ ὄψι ἐπιστάντα τὸν θεὸν θαρσύνειν ὡς οὐδὲν πείσεται ἄχαρι ἀντιάζων τὸν Ἀραβίων στρατόν · αὐτὸς γάρ οἱ πέμψειν τιμωρούς . τούτοισι δή μιν πίσυνον τοῖσι ἐνυπνίοισι , παραλαβόντα Αἰγυπτίων τοὺς βουλομένους οἱ ἕπεσθαι , στρατοπεδεύσασθαι ἐν Πηλουσίῳ · ταύτῃ γὰρ εἰσὶ αἱ ἐσβολαί · ἕπεσθαι δέ οἱ τῶν μαχίμων μὲν οὐδένα ἀνδρῶν , καπήλους δὲ καὶ χειρώνακτας καὶ ἀγοραίους ἀνθρώπους . ἐνθαῦτα ἀπικομένοισι τοῖσι ἐναντίοισι αὐτοῖσι ἐπιχυθέντας νυκτὸς μῦς ἀρουραίους κατὰ μὲν φαγεῖν τοὺς φαρετρεῶνας αὐτῶν κατὰ δὲ τὰ τόξα , πρὸς δὲ τῶν ἀσπίδων τὰ ὄχανα , ὥστε τῇ ὑστεραίῃ φευγόντων σφέων γυμνῶν πεσεῖν πολλούς . καὶ νῦν οὗτος βασιλεὺς ἕστηκε ἐν τῷ ἱρῷ τοῦ Ἡφαίστου λίθινος , ἔχων ἐπὶ τῆς χειρὸς μῦν , λέγων διὰ γραμμάτων τάδε · ʹ ἐς ἐμέ τις ὁρέων εὐσεβὴς ἔστω . ʹ
2.142 ἐς μὲν τοσόνδε τοῦ λόγου Αἰγύπτιοί τε καὶ οἱ ἱρέες ἔλεγον , ἀποδεικνύντες ἀπὸ τοῦ πρώτου βασιλέος ἐς τοῦ Ἡφαίστου τὸν ἱρέα τοῦτον τὸν τελευταῖον βασιλεύσαντα μίαν τε καὶ τεσσεράκοντα καὶ τριηκοσίας γενεὰς ἀνθρώπων γενομένας , καὶ ἐν ταύτῃσι ἀρχιερέας καὶ βασιλέας ἑκατέρους τοσούτους γενομένους . καίτοι τριηκόσιαι μὲν ἀνδρῶν γενεαὶ δυνέαται μύρια ἔτεα · γενεαὶ γὰρ τρεῖς ἀνδρῶν ἑκατὸν ἔτεα ἐστί · μιῆς δὲ καὶ τεσσεράκοντα ἔτι τῶν ἐπιλοίπων γενεέων , αἳ ἐπῆσαν τῇσι τριηκοσίῃσι , ἐστὶ τεσσεράκοντα καὶ τριηκόσια καὶ χίλια ἔτεα .