2.137 τοῦτον μὲν τοσαῦτα ἀποδέξασθαι . μετὰ δὲ τοῦτον βασιλεῦσαι ἄνδρα τυφλὸν ἐξ Ἀνύσιος πόλιος , τῷ οὔνομα Ἄνυσιν εἶναι . ἐπὶ τούτου βασιλεύοντος ἐλάσαι ἐπ’ Αἴγυπτον χειρὶ πολλῇ Αἰθίοπάς τε καὶ Σαβακῶν τὸν Αἰθιόπων βασιλέα . τὸν μὲν δὴ τυφλὸν τοῦτον οἴχεσθαι φεύγοντα ἐς τὰ ἕλεα , τὸν δὲ Αἰθίοπα βασιλεύειν Αἰγύπτου ἐπ’ ἔτεα πεντήκοντα , ἐν τοῖσι αὐτὸν τάδε ἀποδέξασθαι · ὅκως τῶν τις Αἰγυπτίων ἁμάρτοι τι , κτείνειν μὲν αὐτῶν οὐδένα ἐθέλειν , τὸν δὲ κατὰ μέγαθος τοῦ ἀδικήματος ἑκάστῳ δικάζειν ἐπιτάσσοντα χώματα χοῦν πρὸς τῇ ἑωυτῶν πόλι , ὅθεν ἕκαστος ἦν τῶν ἀδικεόντων . καὶ οὕτω ἔτι αἱ πόλιες ἐγένοντο ὑψηλότεραι · τὸ μὲν γὰρ πρῶτον ἐχώσθησαν ὑπὸ τῶν τὰς διώρυχας ὀρυξάντων ἐπὶ Σεσώστριος βασιλέος , δεύτερα δὲ ἐπὶ τοῦ Αἰθίοπος καὶ κάρτα ὑψηλαὶ ἐγένοντο . ὑψηλέων δὲ καὶ ἑτερέων γενομενέων ἐν τῇ Αἰγύπτῳ πολίων , ὡς ἐμοὶ δοκέει , μάλιστα ἐν Βουβάστιπόλις ἐξεχώσθη , ἐν τῇ καὶ ἱρόν ἐστι Βουβάστιος ἀξιαπηγητότατον · μέζω μὲν γὰρ ἄλλα καὶ πολυδαπανώτερα ἐστὶ ἱρά , ἡδονὴ δὲ ἰδέσθαι οὐδὲν τούτου μᾶλλον . δὲ Βούβαστις κατὰ Ἑλλάδα γλῶσσαν ἐστὶ Ἄρτεμις .
2.138 τὸ δ’ ἱρὸν αὐτῆς ὧδε ἔχει . πλὴν τῆς ἐσόδου τὸ ἄλλο νῆσος ἐστί · ἐκ γὰρ τοῦ Νείλου διώρυχες ἐσέχουσι οὐ συμμίσγουσαι ἀλλήλῃσι , ἀλλ’ ἄχρι τῆς ἐσόδου τοῦ ἱροῦ ἑκατέρη ἐσέχει , μὲν τῇ περιρρέουσα δὲ τῇ , εὖρος ἐοῦσα ἑκατέρη ἑκατὸν ποδῶν , δένδρεσι κατάσκιος .