2.136 Ῥοδώπιος μέν νυν πέρι πέπαυμαι . μετὰ δὲ Μυκερῖνον γενέσθαι Αἰγύπτου βασιλέα ἔλεγον οἱ ἱρέες Ἄσυχιν , τὸν τὰ πρὸς ἥλιον ἀνίσχοντα ποιῆσαι τῷ Ἡφαίστῳ προπύλαια , ἐόντα πολλῷ τε κάλλιστα καὶ πολλῷ μέγιστα · ἔχει μὲν γὰρ καὶ τὰ πάντα προπύλαια τύπους τε ἐγγεγλυμμένους καὶ ἄλλην ὄψιν οἰκοδομημάτων μυρίην , ἐκεῖνα δὲ καὶ μακρῷ μάλιστα . ἐπὶ τούτου βασιλεύοντος ἔλεγον , ἀμιξίης ἐούσης πολλῆς χρημάτων , γενέσθαι νόμον Αἰγυπτίοισι , ἀποδεικνύντα ἐνέχυρον τοῦ πατρὸς τὸν νέκυν οὕτω λαμβάνειν τὸ χρέος · προστεθῆναι δὲ ἔτι τούτῳ τῷ νόμῳ τόνδε , τὸν διδόντα τὸ χρέος καὶ ἁπάσης κρατέειν τῆς τοῦ λαμβάνοντος θήκης , τῷ δὲ ὑποτιθέντι τοῦτο τὸ ἐνέχυρον τήνδε ἐπεῖναι ζημίην μὴ βουλομένῳ ἀποδοῦναι τὸ χρέος , μήτε αὐτῷ ἐκείνῳ τελευτήσαντι εἶναι ταφῆς κυρῆσαι μήτ’ ἐν ἐκείνῳ τῷ πατρωίῳ τάφῳ μήτ’ ἐν ἄλλῳ μηδενί , μήτε ἄλλον μηδένα τῶν ἑωυτοῦ ἀπογενόμενον θάψαι . ὑπερβαλέσθαι δὲ βουλόμενον τοῦτον τὸν βασιλέα τοὺς πρότερον ἑωυτοῦ βασιλέας γενομένους Αἰγύπτου μνημόσυνον πυραμίδα λιπέσθαι ἐκ πλίνθων ποιήσαντα , ἐν τῇ γράμματα ἐν λίθῳ ἐγκεκολαμμένα τάδε λέγοντα ἐστί . ʹ μή με κατονοσθῇς πρὸς τὰς λιθίνας πυραμίδας · προέχω γὰρ αὐτέων τοσοῦτον ὅσον Ζεὺς τῶν ἄλλων θεῶν . κοντῷ γὰρ ὑποτύπτοντες ἐς λίμνην , τι πρόσσχοιτο τοῦ πηλοῦ τῷ κοντῷ , τοῦτο συλλέγοντες πλίνθους εἴρυσαν καί με τρόπῳ τοιούτῳ ἐξεποίησαν . ʹ