2.135 Ῥοδῶπις δὲ ἐς Αἴγυπτον ἀπίκετο Ἐάνθεω τοῦ Σαμίου κομίσαντος , ἀπικομένη δὲ κατ’ ἐργασίην ἐλύθη χρημάτων μεγάλων ὑπὸ ἀνδρὸς Μυτιληναίου Χαράξου τοῦ Σκαμανδρωνύμου παιδός , ἀδελφεοῦ δὲ Σαπφοῦς τῆς μουσοποιοῦ . οὕτω δὴ Ῥοδῶπις ἐλευθερώθη , καὶ κατέμεινέ τε ἐν Αἰγύπτῳ καὶ κάρτα ἐπαφρόδιτος γενομένη μεγάλα ἐκτήσατο χρήματα ὡς ἂν εἶναι Ῥοδώπι , ἀτὰρ οὐκ ὥς γε ἐς πυραμίδα τοιαύτην ἐξικέσθαι . τῆς γὰρ τὴν δεκάτην τῶν χρημάτων ἰδέσθαι ἐστὶ ἔτι καὶ ἐς τόδε παντὶ τῷ βουλομένῳ , οὐδὲν δεῖ μεγάλα οἱ χρήματα ἀναθεῖναι . ἐπεθύμησε γὰρ Ῥοδῶπις μνημήιον ἑωυτῆς ἐν τῇ Ἑλλάδι καταλιπέσθαι , ποίημα ποιησαμένη τοῦτο τὸ μὴ τυγχάνοι ἄλλῳ ἐξευρημένον καὶ ἀνακείμενον ἐν ἱρῷ , τοῦτο ἀναθεῖναι ἐς Δελφοὺς μνημόσυνον ἑωυτῆς . τῆς ὦν δεκάτης τῶν χρημάτων ποιησαμένη ὀβελοὺς βουπόρους πολλοὺς σιδηρέους , ὅσον ἐνεχώρεε δεκάτη οἱ , ἀπέπεμπε ἐς Δελφούς · οἳ καὶ νῦν ἔτι συννενέαται ὄπισθε μὲν τοῦ βωμοῦ τὸν Χῖοι ἀνέθεσαν , ἀντίον δὲ αὐτοῦ τοῦ νηοῦ . φιλέουσι δέ κως ἐν τῇ Ναυκράτι ἐπαφρόδιτοι γίνεσθαι αἱ ἑταῖραι . τοῦτο μὲν γὰρ αὕτη , τῆς πέρι λέγεται ὅδε λόγος , οὕτω δή τι κλεινὴ ἐγένετο ὡς καὶ οἱ πάντες Ἕλληνες Ῥοδώπιος τὸ οὔνομα ἐξέμαθον · τοῦτο δὲ ὕστερον ταύτης , τῇ οὔνομα ἦν Ἀρχιδίκη , ἀοίδιμος ἀνὰ τὴν Ἑλλάδα ἐγένετο , ἧσσον δὲ τῆς ἑτέρης περιλεσχήνευτος . Χάραξος δὲ ὡς λυσάμενος Ῥοδῶπιν ἀπενόστησε ἐς Μυτιλήνην , ἐν μέλεϊ Σαπφὼ πολλὰ κατεκερτόμησέ μιν .