2.133 ταῦτα ἀκούσαντα τὸν Μυκερῖνον , ὡς κατακεκριμένων ἤδη οἱ τούτων , λύχνα ποιησάμενον πολλά , ὅκως γίνοιτο νύξ , ἀνάψαντα αὐτὰ πίνειν τε καὶ εὐπαθέειν , οὔτε ἡμέρης οὔτε νυκτὸς ἀνιέντα , ἔς τε τὰ ἕλεα καὶ τὰ ἄλσεα πλανώμενον καὶ ἵνα πυνθάνοιτο εἶναι ἐνηβητήρια ἐπιτηδεότατα . ταῦτα δὲ ἐμηχανᾶτο θέλων τὸ μαντήιον ψευδόμενον ἀποδέξαι , ἵνα οἱ δυώδεκα ἔτεα ἀντὶ ἓξ ἐτέων γένηται , αἱ νύκτες ἡμέραι ποιεύμεναι .
2.134 πυραμίδα δὲ οὗτος ἀπελίπετο πολλὸν ἐλάσσω τοῦ πατρός , εἴκοσι ποδῶν καταδέουσαν κῶλον ἕκαστον τριῶν πλέθρων , ἐούσης τετραγώνου , λίθου δὲ ἐς τὸ ἥμισυ Αἰθιοπικοῦ · τὴν δὴ μετεξέτεροι φασὶ Ἑλλήνων Ῥοδώπιος ἑταίρης γυναικὸς εἶναι , οὐκ ὀρθῶς λέγοντες . οὐδὲ ὦν οὐδὲ εἰδότες μοι φαίνονται λέγειν οὗτοι ἥτις ἦν Ῥοδῶπις · οὐ γὰρ ἄν οἱ πυραμίδα ἀνέθεσαν ποιήσασθαι τοιαύτην , ἐς τὴν ταλάντων χιλιάδες ἀναρίθμητοι ὡς λόγῳ εἰπεῖν ἀναισίμωνται · πρὸς δὲ ὅτι κατὰ Ἄμασιν βασιλεύοντα ἦν ἀκμάζουσα Ῥοδῶπις , ἀλλ’ οὐ κατὰ τοῦτον . ἔτεσι γὰρ κάρτα πολλοῖσι ὕστερον τούτων τῶν βασιλέων τῶν τὰς πυραμίδας ταύτας ἦν λιπομένων Ῥοδῶπις , γενεὴν μὲν ἀπὸ Θρηίκης , δούλη δὲ ἦν Ἰάδμονος τοῦ Ἡφαιστοπόλιος ἀνδρὸς Σαμίου , σύνδουλος δὲ Αἰσώπου τοῦ λογοποιοῦ . καὶ γὰρ οὗτος Ἰάδμονος ἐγένετο , ὡς διέδεξε τῇδε οὐκ ἥκιστα · ἐπείτε γὰρ πολλάκις κηρυσσόντων Δελφῶν ἐκ θεοπροπίου ὃς βούλοιτο ποινὴν τῆς Αἰσώπου ψυχῆς ἀνελέσθαι , ἄλλος μὲν οὐδεὶς ἐφάνη , Ἰάδμονος δὲ παιδὸς παῖς ἄλλος Ἰάδμων ἀνείλετο . οὕτω καὶ Αἴσωπος Ἰάδμονος ἐγένετο .