2.132 δὲ βοῦς τὰ μὲν ἄλλα κατακέκρυπται φοινικέῳ εἵματι , τὸν αὐχένα δὲ καὶ τὴν κεφαλὴν φαίνει κεχρυσωμένα παχέι κάρτα χρυσῷ · μεταξὺ δὲ τῶν κερέων τοῦ ἡλίου κύκλος μεμιμημένος ἔπεστι χρύσεος . ἔστι δὲ βοῦς οὐκ ὀρθὴ ἀλλ’ ἐν γούνασι κειμένη , μέγαθος δὲ ὅση περ μεγάλη βοῦς ζωή . ἐκφέρεται δὲ ἐκ τοῦ οἰκήματος ἀνὰ πάντα ἔτεα , ἐπεὰν τύπτωνται Αἰγύπτιοι τὸν οὐκ ὀνομαζόμενον θεὸν ὑπ’ ἐμεῦ ἐπὶ τοιούτῳ πρήγματι · τότε ὦν καὶ τὴν βοῦν ἐκφέρουσι ἐς τὸ φῶς · φασὶ γὰρ αὐτὴν δεηθῆναι τοῦ πατρὸς Μυκερίνου ἀποθνήσκουσαν ἐν τῷ ἐνιαυτῷ ἅπαξ μιν τὸν ἥλιον κατιδεῖν .
2.133 μετὰ δὲ τῆς θυγατρὸς τὸ πάθος δεύτερα τούτῳ τῷ βασιλέι τάδε γενέσθαι · ἐλθεῖν οἱ μαντήιον ἐκ Βουτοῦς πόλιος ὡς μέλλοι ἓξ ἔτεα μοῦνον βιοὺς τῷ ἑβδόμῳ τελευτήσειν . τὸν δὲ δεινὸν ποιησάμενον πέμψαι ἐς τὸ μαντήιον τῷ θεῷ ὀνείδισμα , ἀντιμεμφόμενον ὅτι μὲν αὐτοῦ πατὴρ καὶ πάτρως , ἀποκληίσαντες τὰ ἱρὰ καὶ θεῶν οὐ μεμνημένοι ἀλλὰ καὶ τοὺς ἀνθρώπους φθείροντες , ἐβίωσαν χρόνον ἐπὶ πολλόν , αὐτὸς δ’ εὐσεβὴς ἐὼν μέλλοι ταχέως οὕτω τελευτήσειν . ἐκ δὲ τοῦ χρηστηρίου αὐτῷ δεύτερα ἐλθεῖν λέγοντα τούτων εἵνεκα καὶ συνταχύνειν αὐτὸν τὸν βίον · οὐ γὰρ ποιῆσαί μιν τὸ χρεὸν ἦν ποιέειν · δεῖν γὰρ Αἴγυπτον κακοῦσθαι ἐπ’ ἔτεα πεντήκοντά τε καὶ ἑκατόν , καὶ τοὺς μὲν δύο τοὺς πρὸ ἐκείνου γενομένους βασιλέας μαθεῖν τοῦτο , κεῖνον δὲ οὔ .