2.125 ὅκως δὲ ἀνίοι λίθος ἐπ’ αὐτόν , ἐς ἑτέρην μηχανὴν ἐτίθετο ἑστεῶσαν ἐπὶ τοῦ πρώτου στοίχου , ἀπὸ τούτου δὲ ἐπὶ τὸν δεύτερον εἵλκετο στοῖχον ἐπ’ ἄλλης μηχανῆς · ὅσοι γὰρ δὴ στοῖχοι ἦσαν τῶν ἀναβαθμῶν , τοσαῦται καὶ μηχαναὶ ἦσαν , εἴτε καὶ τὴν αὐτὴν μηχανὴν ἐοῦσαν μίαν τε καὶ εὐβάστακτον μετεφόρεον ἐπὶ στοῖχον ἕκαστον , ὅκως τὸν λίθον ἐξέλοιεν · λελέχθω γὰρ ἡμῖν ἐπ’ ἀμφότερα , κατά περ λέγεται . ἐξεποιήθη δ’ ὦν τὰ ἀνώτατα αὐτῆς πρῶτα , μετὰ δὲ τὰ ἐχόμενα τούτων ἐξεποίευν , τελευταῖα δὲ αὐτῆς τὰ ἐπίγαια καὶ τὰ κατωτάτω ἐξεποίησαν . σεσήμανται δὲ διὰ γραμμάτων Αἰγυπτίων ἐν τῇ πυραμίδι ὅσα ἔς τε συρμαίην καὶ κρόμμυα καὶ σκόροδα ἀναισιμώθη τοῖσι ἐργαζομένοισι · καὶ ὡς ἐμὲ εὖ μεμνῆσθαι τὰ ἑρμηνεύς μοι ἐπιλεγόμενος τὰ γράμματα ἔφη , ἑξακόσια καὶ χίλια τάλαντα ἀργυρίου τετελέσθαι . εἰ δ’ ἔστι οὕτω ἔχοντα ταῦτα , κόσα οἰκὸς ἄλλα δεδαπανῆσθαι ἐστὶ ἔς τε σίδηρον τῷ ἐργάζοντο καὶ σιτία καὶ ἐσθῆτα τοῖσι ἐργαζομένοισι , ὁκότε χρόνον μὲν οἰκοδόμεον τὰ ἔργα τὸν εἰρημένον , ἄλλον δέ , ὡς ἐγὼ δοκέω , ἐν τῷ τοὺς λίθους ἔταμνον καὶ ἦγον καὶ τὸ ὑπὸ γῆν ὄρυγμα ἐργάζοντο , οὐκ ὀλίγον χρόνον .