2.126 ἐς τοῦτο δὲ ἐλθεῖν Χέοπα κακότητος ὥστε χρημάτων δεόμενον τὴν θυγατέρα τὴν ἑωυτοῦ κατίσαντα ἐπ’ οἰκήματος προστάξαι πρήσσεσθαι ἀργύριον ὁκόσον δή τι · οὐ γὰρ δὴ τοῦτό γε ἔλεγον . τὴν δὲ τά τε ὑπὸ τοῦ πατρὸς ταχθέντα πρήσσεσθαι , ἰδίῃ δὲ καὶ αὐτὴν διανοηθῆναι μνημήιον καταλιπέσθαι , καὶ τοῦ ἐσιόντος πρὸς αὐτὴν ἑκάστου δέεσθαι ὅκως ἂν αὐτῇ ἕνα λίθον ἐν τοῖσι ἔργοισι δωρέοιτο . ἐκ τούτων δὲ τῶν λίθων ἔφασαν τὴν πυραμίδα οἰκοδομηθῆναι τὴν ἐν μέσῳ τῶν τριῶν ἑστηκυῖαν , ἔμπροσθε τῆς μεγάλης πυραμίδος , τῆς ἐστὶ τὸ κῶλον ἕκαστον ὅλου καὶ ἡμίσεος πλέθρου .
2.127 βασιλεῦσαι δὲ τὸν Χέοπα τοῦτον Αἰγύπτιοι ἔλεγον πεντήκοντα ἔτεα , τελευτήσαντος δὲ τούτου ἐκδέξασθαι τὴν βασιληίην τὸν ἀδελφεὸν αὐτοῦ Χεφρῆνα · καὶ τοῦτον δὲ τῷ αὐτῷ τρόπῳ διαχρᾶσθαι τῷ ἑτέρῳ τά τε ἄλλα καὶ πυραμίδα ποιῆσαι , ἐς μὲν τὰ ἐκείνου μέτρα οὐκ ἀνήκουσαν · ταῦτα γὰρ ὦν καὶ ἡμεῖς ἐμετρήσαμεν · ʹοὔτε γὰρ ὕπεστι οἰκήματα ὑπὸ γῆν , οὔτε ἐκ τοῦ Νείλου διῶρυξ ἥκει ἐς αὐτὴν ὥσπερ ἐς τὴν ἑτέρην ῥέουσα · δι’ οἰκοδομημένου δὲ αὐλῶνος ἔσω νῆσον περιρρέει , ἐν τῇ αὐτὸν λέγουσι κεῖσθαι Χέοπἀ · ὑποδείμας δὲ τὸν πρῶτον δόμον λίθου Αἰθιοπικοῦ ποικίλου , τεσσεράκοντα πόδας ὑποβὰς τῆς ἑτέρης τὠυτὸ μέγαθος , ἐχομένην τῆς μεγάλης οἰκοδόμησε . ἑστᾶσι δὲ ἐπὶ λόφου τοῦ αὐτοῦ ἀμφότεραι , μάλιστα ἐς ἑκατὸν πόδας ὑψηλοῦ . βασιλεῦσαι δὲ ἔλεγον Χεφρῆνα ἓξ καὶ πεντήκοντα ἔτεα .