2.124 τοῖσι μὲν δὴ ἀποδεδέχθαι ἐκ τῶν λιθοτομιέων τῶν ἐν τῷ Ἀραβίῳ ὄρεϊ , ἐκ τουτέων ἕλκειν λίθους μέχρι τοῦ Νείλου · διαπεραιωθέντας δὲ τὸν ποταμὸν πλοίοισι τοὺς λίθους ἑτέροισι ἐπέταξε ἐκδέκεσθαι καὶ πρὸς τὸ Λιβυκὸν καλεύμενον ὄρος , πρὸς τοῦτο ἕλκειν . ἐργάζοντο δὲ κατὰ δέκα μυριάδας ἀνθρώπων αἰεὶ τὴν τρίμηνον ἑκάστην . χρόνον δὲ ἐγγενέσθαι τριβομένῳ τῷ λεῷ δέκα ἔτεα μὲν τῆς ὁδοῦ κατ’ ἣν εἷλκον τοὺς λίθους , τὴν ἔδειμαν ἔργον ἐὸν οὐ πολλῷ τεῳ ἔλασσον τῆς πυραμίδος . ὡς ἐμοὶ δοκέειν · τῆς μὲν γὰρ μῆκος εἰσὶ πέντε στάδιοι , εὖρος δὲ δέκα ὀργυιαί , ὕψος δέ , τῇ ὑψηλοτάτη ἐστὶ αὐτὴ ἑωυτῆς , ὀκτὼ ὀργυιαί , λίθου δὲ ξεστοῦ καὶ ζῴων ἐγγεγλυμμένων · ταύτης τε δὴ τὰ δέκα ἔτεα γενέσθαι καὶ τῶν ἐπὶ τοῦ λόφου ἐπ’ οὗ ἑστᾶσι αἱ πυραμίδες , τῶν ὑπὸ γῆν οἰκημάτων , τὰς ἐποιέετο θήκας ἑωυτῷ ἐν νήσῳ , διώρυχα τοῦ Νείλου ἐσαγαγών . τῇ δὲ πυραμίδι αὐτῇ χρόνον γενέσθαι εἴκοσι ἔτεα ποιευμένῃ · τῆς ἐστὶ πανταχῇ μέτωπον ἕκαστον ὀκτὼ . πλέθρα ἐούσης τετραγώνου καὶ ὕψος ἴσον , λίθου δὲ ξεστοῦ τε καὶ ἁρμοσμένου τὰ μάλιστα · οὐδεὶς τῶν λίθων τριήκοντα ποδῶν ἐλάσσων .
2.125 ἐποιήθη δὲ ὧδε αὕτη πυραμίς · ἀναβαθμῶν τρόπον , τὰς μετεξέτεροι κρόσσας οἳ δὲ βωμίδας ὀνομάζουσι , τοιαύτην τὸ πρῶτον ἐπείτε ἐποίησαν αὐτήν , ἤειρον τοὺς ἐπιλοίπους λίθους μηχανῇσι ξύλων βραχέων πεποιημένῃσι , χαμᾶθεν μὲν ἐπὶ τὸν πρῶτον στοῖχον τῶν ἀναβαθμῶν ἀείροντες ·