2.121D τὸν δέ , ὡς πρόσω ἦν τῆς νυκτός , τό τε σῶμα τοῦ ἀδελφεοῦ καταλῦσαι καὶ τῶν φυλάκων ἐπὶ λύμῃ πάντων ξυρῆσαι τὰς δεξιὰς παρηίδας , ἐπιθέντα δὲ τὸν νέκυν ἐπὶ τοὺς ὄνους ἀπελαύνειν ἐπ’ οἴκου , ἐπιτελέσαντα τῇ μητρὶ τὰ προσταχθέντα .
2.121E τὸν δὲ βασιλέα , ὡς αὐτῷ ἀπηγγέλθη τοῦ φωρὸς νέκυς ἐκκεκλεμμένος , δεινὰ ποιέειν · πάντως δὲ βουλόμενον εὑρεθῆναι ὅστις κοτὲ εἴη ταῦτα μηχανώμενος , ποιῆσαί μιν τάδε , ἐμοὶ μὲν οὐ πιστά · τὴν θυγατέρα τὴν ἑωυτοῦ κατίσαι ἐπ’ οἰκήματος , ἐντειλάμενον πάντας τε ὁμοίως προσδέκεσθαι , καὶ πρὶν συγγενέσθαι , ἀναγκάζειν λέγειν αὐτῇ τι δὴ ἐν τῷ βίῳ ἔργασται αὐτῷ σοφώτατον καὶ ἀνοσιώτατον · ὃς δ’ ἂν ἀπηγήσηται τὰ περὶ τὸν φῶρα γεγενημένα , τοῦτον συλλαμβάνειν καὶ μὴ ἀπιέναι ἔξω . ὡς δὲ τὴν παῖδα ποιέειν τὰ ἐκ τοῦ πατρὸς προσταχθέντα , τὸν φῶρα πυθόμενον τῶν εἵνεκα ταῦτα ἐπρήσσετο , βουληθέντα πολυτροπίῃ τοῦ βασιλέος περιγενέσθαι ποιέειν τάδε · νεκροῦ προσφάτου ἀποταμόντα ἐν τῷ ὤμῳ τὴν χεῖρα ἰέναι αὐτὸν ἔχοντα αὐτὴν ὑπὸ τῷ ἱματίῳ . ἐσελθόντα δὲ ὡς τοῦ βασιλέος τὴν θυγατέρα καὶ εἰρωτώμενον τά περ καὶ οἱ ἄλλοι , ἀπηγήσασθαι ὡς ἀνοσιώτατον μὲν εἴη ἐργασμένος ὅτι τοῦ ἀδελφεοῦ ἐν τῷ θησαυρῷ τοῦ βασιλέος ὑπὸ πάγης ἁλόντος ἀποτάμοι τὴν κεφαλήν , σοφώτατον δὲ ὅτι τοὺς φυλάκους καταμεθύσας καταλύσειε τοῦ ἀδελφεοῦ κρεμάμενον τὸν νέκυν .