2.121E τὴν δὲ ὡς ἤκουσε ἅπτεσθαι αὐτοῦ . τὸν δὲ φῶρα ἐν τῷ σκότεϊ προτεῖναι αὐτῇ τοῦ νεκροῦ τὴν χεῖρα · τὴν δὲ ἐπιλαβομένην ἔχειν , νομίζουσαν αὐτοῦ ἐκείνου τῆς χειρὸς ἀντέχεσθαι · τὸν δὲ φῶρα προέμενον αὐτῇ οἴχεσθαι διὰ θυρέων φεύγοντα .
2.121F ὡς δὲ καὶ ταῦτα ἐς τὸν βασιλέα ἀνηνείχθη , ἐκπεπλῆχθαι μὲν ἐπὶ τῇ πολυφροσύνῃ τε καὶ τόλμῃ τοῦ ἀνθρώπου , τέλος δὲ διανέμοντα ἐς πάσας τὰς πόλις ἐπαγγέλλεσθαι ἀδείην τε διδόντα καὶ μεγάλα ὑποδεκόμενον ἐλθόντι ἐς ὄψιν τὴν ἑωυτοῦ . τὸν δὲ φῶρα πιστεύσαντα ἐλθεῖν πρὸς αὐτόν , Ῥαμψίνιτον δὲ μεγάλως θωμάσαι , καί οἱ τὴν θυγατέρα ταύτην συνοικίσαι ὡς πλεῖστα ἐπισταμένῳ ἀνθρώπων . Αἰγυπτίους μὲν γὰρ τῶν ἄλλων προκεκρίσθαι , ἐκεῖνον δὲ Αἰγυπτίων .
2.122 μετὰ δὲ ταῦτα ἔλεγον τοῦτον τὸν βασιλέα ζωὸν καταβῆναι κάτω ἐς τὸν οἱ Ἕλληνες Ἅιδην νομίζουσι εἶναι , καὶ κεῖθι συγκυβεύειν τῇ Δήμητρι , καὶ τὰ μὲν νικᾶν αὐτὴν τὰ δὲ ἑσσοῦσθαι ὑπ’ αὐτῆς , καί μιν πάλιν ἀπικέσθαι δῶρον ἔχοντα παρ’ αὐτῆς χειρόμακτρον χρύσεον . ἀπὸ δὲ τῆς Ῥαμψινίτου καταβάσιος , ὡς πάλιν ἀπίκετο , ὁρτὴν δὴ ἀνάγειν Αἰγυπτίους ἔφασαν · τὴν καὶ ἐγὼ οἶδα ἔτι καὶ ἐς ἐμὲ ἐπιτελέοντας αὐτούς , οὐ μέντοι εἴ γε διὰ ταῦτα ὁρτάζουσι ἔχω λέγειν .