2.121D ὡς δὲ χαλεπῶς ἐλαμβάνετο μήτηρ τοῦ περιεόντος παιδὸς καὶ πολλὰ πρὸς αὐτὴν λέγων οὐκ ἔπειθε , ἐπιτεχνήσασθαι τοιάδε μιν · ὄνους κατασκευασάμενον καὶ ἀσκοὺς πλήσαντα οἴνου ἐπιθεῖναι ἐπὶ τῶν ὄνων καὶ ἔπειτα ἐλαύνειν αὐτούς · ὡς δὲ κατὰ τοὺς φυλάσσοντας ἦν τὸν κρεμάμενον νέκυν , ἐπισπάσαντα τῶν ἀσκῶν δύο τρεῖς ποδεῶνας αὐτὸν λύειν ἀπαμμένους · ὡς δὲ ἔρρεε οἶνος , τὴν κεφαλήν μιν κόπτεσθαι μεγάλα βοῶντα ὡς οὐκ ἔχοντα πρὸς ὁκοῖον τῶν ὄνων πρῶτον τράπηται . τοὺς δὲ φυλάκους ὡς ἰδεῖν πολλὸν ῥέοντα τὸν οἶνον , συντρέχειν ἐς τὴν ὁδὸν ἀγγήια ἔχοντας , καὶ τὸν ἐκκεχυμένον οἶνον συγκομίζειν ἐν κέρδεϊ ποιευμένους · τὸν δὲ διαλοιδορέεσθαι πᾶσι ὀργὴν προσποιεύμενον , παραμυθευμένων δὲ αὐτὸν τῶν φυλάκων χρόνῳ πρηΰνεσθαι προσποιέεσθαι καὶ ὑπίεσθαι τῆς ὀργῆς , τέλος δὲ ἐξελάσαι αὐτὸν τοὺς ὄνους ἐκ τῆς ὁδοῦ καὶ κατασκευάζειν . ὡς δὲ λόγους τε πλέους ἐγγίνεσθαι καί τινα καὶ σκῶψαι μιν καὶ ἐς γέλωτα προαγαγέσθαι , ἐπιδοῦναι αὐτοῖσι τῶν ἀσκῶν ἕνα · τοὺς δὲ αὐτοῦ ὥσπερ εἶχον κατακλιθέντας πίνειν διανοέεσθαι , καὶ ἐκεῖνον παραλαμβάνειν καὶ κελεύειν μετ’ ἑωυτῶν μείναντα συμπίνειν · τὸν δὲ πεισθῆναί τε δὴ καὶ καταμεῖναι . ὡς δέ μιν παρὰ τὴν πόσιν φιλοφρόνως ἠσπάζοντο , ἐπιδοῦναι αὐτοῖσι καὶ ἄλλον τῶν ἀσκῶν · δαψιλέι δὲ τῷ ποτῷ χρησαμένους τοὺς φυλάκους ὑπερμεθυσθῆναι καὶ κρατηθέντας ὑπὸ τοῦ ὕπνου αὐτοῦ ἔνθα περ ἔπινον κατακοιμηθῆναι .