2.121B τῶν δὲ φωρῶν ὥσπερ ἐν τῷ πρὸ τοῦ χρόνῳ ἐλθόντων καὶ ἐσδύντος τοῦ ἑτέρου αὐτῶν , ἐπεὶ πρὸς τὸ ἄγγος προσῆλθε , ἰθέως τῇ πάγῃ ἐνέχεσθαι . ὡς δὲ γνῶναι αὐτὸν ἐν οἵῳ κακῷ ἦν , ἰθέως καλέειν τὸν ἀδελφεὸν καὶ δηλοῦν αὐτῷ τὰ παρεόντα , καὶ κελεύειν τὴν ταχίστην ἐσδύντα ἀποταμεῖν αὐτοῦ τὴν κεφαλήν , ὅκως μὴ αὐτὸς ὀφθεὶς καὶ γνωρισθεὶς ὃς εἴη προσαπολέσῃ κἀκεῖνον . τῷ δὲ δόξαι εὖ λέγειν , καὶ ποιῆσαί μιν πεισθέντα ταῦτα , καὶ καταρμόσαντα τὸν λίθον ἀπιέναι ἐπ’ οἴκου , φέροντα τὴν κεφαλὴν τοῦ ἀδελφεοῦ .
2.121C ὡς δὲ ἡμέρη ἐγένετο , ἐσελθόντα τὸν βασιλέα ἐς τὸ οἴκημα ἐκπεπλῆχθαι ὁρῶντα τὸ σῶμα τοῦ φωρὸς ἐν τῇ πάγῃ ἄνευ τῆς κεφαλῆς ἐόν , τὸ δὲ οἴκημα ἀσινὲς καὶ οὔτε ἔσοδον οὔτε ἔκδυσιν οὐδεμίαν ἔχον . ἀπορεύμενον δέ μιν τάδε ποιῆσαι · τοῦ φωρὸς τὸν νέκυν κατὰ τοῦ τείχεος κατακρεμάσαι , φυλάκους δὲ αὐτοῦ καταστήσαντα ἐντείλασθαί σφι , τὸν ἂν ἴδωνται ἀποκλαύσαντα κατοικτισάμενον , συλλαβόντας ἄγειν πρὸς ἑωυτόν . ἀνακρεμαμένου δὲ τοῦ νέκυος τὴν μητέρα δεινῶς φέρειν , λόγους δὲ πρὸς τὸν περιεόντα παῖδα ποιευμένην προστάσσειν αὐτῷ ὅτεῳ τρόπῳ δύναται μηχανᾶσθαι ὅκως τὸ σῶμα τοῦ ἀδελφεοῦ καταλύσας κομιεῖ · εἰ δὲ τούτων ἀμελήσει , διαπειλέειν αὐτὴν ὡς ἐλθοῦσα πρὸς τὸν βασιλέα μηνύσει αὐτὸν ἔχοντα τὰ χρήματα .