2.121A ὡς δὲ ἐπετελέσθη τὸ οἴκημα , τὸν μὲν βασιλέα θησαυρίσαι τὰ χρήματα ἐν αὐτῷ · χρόνου δὲ περιιόντος τὸν οἰκοδόμον περὶ τελευτὴν τοῦ βίου ἐόντα ἀνακαλέσασθαι τοὺς παῖδας ʹεἶναι γὰρ αὐτῷ δύὀ , τούτοισι δὲ ἀπηγήσασθαι ὡς ἐκείνων προορῶν , ὅκως βίον ἄφθονον ἔχωσι , τεχνάσαιτο οἰκοδομέων τὸν θησαυρὸν τοῦ βασιλέος · σαφέως δὲ αὐτοῖσι πάντα ἐξηγησάμενον τὰ περὶ τὴν ἐξαίρεσιν τοῦ λίθου δοῦναι τὰ μέτρα αὐτοῦ , λέγοντα ὡς ταῦτα διαφυλάσσοντες ταμίαι τῶν βασιλέος χρημάτων ἔσονται . καὶ τὸν μὲν τελευτῆσαι τὸν βίον , τοὺς δὲ παῖδας οὐκ ἐς μακρὴν ἔργου ἔχεσθαι , ἐπελθόντας δὲ ἐπὶ τὰ βασιλήια νυκτὸς καὶ τὸν λίθον ἐπὶ τῷ οἰκοδομήματι ἀνευρόντας ῥηιδίως μεταχειρίσασθαι καὶ τῶν χρημάτων πολλὰ ἐξενείκασθαι .
2.121B ὡς δὲ τυχεῖν τὸν βασιλέα ἀνοίξαντα τὸ οἴκημα , θωμάσαι ἰδόντα τῶν χρημάτων καταδεᾶ τὰ ἀγγήια , οὐκ ἔχειν δὲ ὅντινα ἐπαιτιᾶται , τῶν τε σημάντρων ἐόντων σόων καὶ τοῦ οἰκήματος κεκληιμένου . ὡς δὲ αὐτῷ καὶ δὶς καὶ τρὶς ἀνοίξαντι αἰεὶ ἐλάσσω φαίνεσθαι τὰ χρήματα ʹτοὺς γὰρ κλέπτας οὐκ ἀνιέναι κεραΐζοντασ̓ , ποιῆσαί μιν τάδε · πάγας προστάξαι ἐργάσασθαι καὶ ταύτας περὶ τὰ ἀγγήια ἐν τοῖσι τὰ χρήματα ἐνῆν στῆσαι .