2.120 ἀλλ’ οὐ γὰρ εἶχον Ἑλένην ἀποδοῦναι , οὐδὲ λέγουσι αὐτοῖσι τὴν ἀληθείην ἐπίστευον οἱ Ἕλληνες , ὡς μὲν ἐγὼ γνώμην ἀποφαίνομαι , τοῦ δαιμονίου παρασκευάζοντος , ὅκως πανωλεθρίῃ ἀπολόμενοι καταφανὲς τοῦτο τοῖσι ἀνθρώποισι ποιήσωσι , ὡς τῶν μεγάλων ἀδικημάτων μεγάλαι εἰσὶ καὶ αἱ τιμωρίαι παρὰ τῶν θεῶν . καὶ ταῦτα μὲν τῇ ἐμοὶ δοκέει εἴρηται .
2.121 Πρωτέος δὲ ἐκδέξασθαι τὴν βασιληίην Ῥαμψίνιτον ἔλεγον , ὃς μνημόσυνα ἐλίπετο τὰ προπύλαια τὰ πρὸς ἑσπέρην τετραμμένα τοῦ Ἡφαιστείου , ἀντίους δὲ τῶν προπυλαίων ἔστησε ἀνδριάντας δύο , ἐόντας τὸ μέγαθος πέντε καὶ εἴκοσι πηχέων , τῶν Αἰγύπτιοι τὸν μὲν πρὸς βορέω ἑστεῶτα καλέουσι θέρος , τὸν δὲ πρὸς νότον χειμῶνα · καὶ τὸν μὲν καλέουσι θέρος , τοῦτον μὲν προσκυνέουσί τε καὶ εὖ ποιέουσι , τὸν δὲ χειμῶνα καλεόμενον τὰ ἔμπαλιν τούτων ἔρδουσι
2.121A πλοῦτον δὲ τούτῳ τῷ βασιλέι γενέσθαι ἀργύρου μέγαν , τὸν οὐδένα τῶν ὕστερον ἐπιτραφέντων βασιλέων δύνασθαι ὑπερβαλέσθαι οὐδ’ ἐγγὺς ἐλθεῖν . βουλόμενον δὲ αὐτὸν ἐν ἀσφαλείῃ τὰ χρήματα θησαυρίζειν οἰκοδομέεσθαι οἴκημα λίθινον , τοῦ τῶν τοίχων ἕνα ἐς τὸ ἔξω μέρος τῆς οἰκίης ἔχειν . τὸν δὲ ἐργαζόμενον ἐπιβουλεύοντα τάδε μηχανᾶσθαι · τῶν λίθων παρασκευάσασθαι ἕνα ἐξαιρετὸν εἶναι ἐκ τοῦ τοίχου ῥηιδίως καὶ ὑπὸ δύο ἀνδρῶν καὶ ὑπὸ ἑνός .