2.120 ταῦτα μὲν Αἰγυπτίων οἱ ἱρέες ἔλεγον · ἐγὼ δὲ τῷ λόγῳ τῷ περὶ Ἑλένης λεχθέντι καὶ αὐτὸς προστίθεμαι , τάδε ἐπιλεγόμενος , εἰ ἦν Ἑλένη ἐν Ἰλίῳ , ἀποδοθῆναι ἂν αὐτὴν τοῖσι Ἕλλησι ἤτοι ἑκόντος γε ἀέκοντος Ἀλεξάνδρου . οὐ γὰρ δὴ οὕτω γε φρενοβλαβὴς ἦν Πρίαμος οὐδὲ οἱ ἄλλοι οἱ προσήκοντες αὐτῷ , ὥστε τοῖσι σφετέροισι σώμασι καὶ τοῖσι τέκνοισι καὶ τῇ πόλι κινδυνεύειν ἐβούλοντο , ὅκως Ἀλέξανδρος Ἑλένῃ συνοικέῃ . εἰ δέ τοι καὶ ἐν τοῖσι πρώτοισι χρόνοισι ταῦτα ἐγίνωσκον , ἐπεὶ πολλοὶ μὲν τῶν ἄλλων Τρώων , ὁκότε συμμίσγοιεν τοῖσι Ἕλλησι , ἀπώλλυντο , αὐτοῦ δὲ Πριάμου οὐκ ἔστι ὅτε οὐ δύο τρεῖς καὶ ἔτι πλέους τῶν παίδων μάχης γινομένης ἀπέθνησκον , εἰ χρή τι τοῖσι ἐποποιοῖσι χρεώμενον λέγειν , τούτων δὲ τοιούτων συμβαινόντων ἐγὼ μὲν ἔλπομαι , εἰ καὶ αὐτὸς Πρίαμος συνοίκεε Ἑλένῃ , ἀποδοῦναι ἂν αὐτὴν τοῖσι Ἀχαιοῖσι , μέλλοντά γε δὴ τῶν παρεόντων κακῶν ἀπαλλαγήσεσθαι . οὐ μὲν οὐδὲ βασιληίη ἐς Ἀλέξανδρον περιήιε , ὥστε γέροντος Πριάμου ἐόντος ἐπ’ ἐκείνῳ τὰ πρήγματα εἶναι , ἀλλὰ Ἕκτωρ καὶ πρεσβύτερος καὶ ἀνὴρ ἐκείνου μᾶλλον ἐὼν ἔμελλε αὐτὴν Πριάμου ἀποθανόντος παραλάμψεσθαι , τὸν οὐ προσῆκε ἀδικέοντι τῷ ἀδελφεῷ ἐπιτρέπειν , καὶ ταῦτα μεγάλων κακῶν δι’ αὐτὸν συμβαινόντων ἰδίῃ τε αὐτῷ καὶ τοῖσι ἄλλοισι πᾶσι Τρωσί .