2.118 τοὺς δ’ ἐπείτε ἐσελθεῖν ἐς τὸ τεῖχος , ἀπαιτέειν Ἑλένην τε καὶ τὰ χρήματα τά οἱ οἴχετο κλέψας Ἀλέξανδρος , τῶν τε ἀδικημάτων δίκας αἰτέειν · τοὺς δὲ Τευκροὺς τὸν αὐτὸν λόγον λέγειν τότε καὶ μετέπειτα , καὶ ὀμνύντας καὶ ἀνωμοτί , μὴ μὲν ἔχειν Ἑλένην μηδὲ τὰ ἐπικαλεύμενα χρήματα , ἀλλ’ εἶναι αὐτὰ πάντα ἐν Αἰγύπτῳ , καὶ οὐκ ἂν δικαίως αὐτοὶ δίκας ὑπέχειν τῶν Πρωτεὺς Αἰγύπτιος βασιλεὺς ἔχει . οἱ δὲ Ἕλληνες καταγελᾶσθαι δοκέοντες ὑπ’ αὐτῶν οὕτω δὴ ἐπολιόρκεον , ἐς ἐξεῖλον · ἑλοῦσι δὲ τὸ τεῖχος ὡς οὐκ ἐφαίνετο Ἑλένη , ἀλλὰ τὸν αὐτὸν λόγου τῷ προτέρῳ ἐπυνθάνοντο , οὕτω δὴ πιστεύσαντες τῷ λόγῳ τῷ πρώτῳ οἱ Ἕλληνες αὐτὸν Μενέλεων ἀποστέλλουσι παρὰ Πρωτέα .
2.119 ἀπικόμενος δὲ Μενέλεως ἐς τὴν Αἴγυπτον καὶ ἀναπλώσας ἐς τὴν Μέμφιν , εἴπας τὴν ἀληθείην τῶν πρηγμάτων , καὶ ξεινίων ἤντησε μεγάλων καὶ Ἑλένην ἀπαθέα κακῶν ἀπέλαβε , πρὸς δὲ καὶ τὰ ἑωυτοῦ χρήματα πάντα . τυχὼν μέντοι τούτων ἐγένετο Μενέλεως ἀνὴρ ἄδικος ἐς Αἰγυπτίους . ἀποπλέειν γὰρ ὁρμημένον αὐτὸν ἶσχον ἄπλοιαι · ἐπειδὴ δὲ τοῦτο ἐπὶ πολλὸν τοιοῦτον ἦν , ἐπιτεχνᾶται πρῆγμα οὐκ ὅσιον · λαβὼν γὰρ δύο παιδία ἀνδρῶν ἐπιχωρίων ἔντομα σφέα ἐποίησε . μετὰ δὲ ὡς ἐπάιστος ἐγένετο τοῦτο ἐργασμένος , μισηθείς τε καὶ διωκόμενος οἴχετο φεύγων τῇσι νηυσὶ ἐπὶ Λιβύης · τὸ ἐνθεῦτεν δὲ ὅκου ἔτι ἐτράπετο οὐκ εἶχον εἰπεῖν Αἰγύπτιοι . τούτων δὲ τὰ μὲν ἱστορίῃσι ἔφασαν ἐπίστασθαι , τὰ δὲ παρ’ ἑωυτοῖσι γενόμενα ἀτρεκέως ἐπιστάμενοι λέγειν .