2.116 καὶ τάδε ἕτερα πρὸς Τηλέμαχον Μενέλεως λέγει . ʹ Αἰγύπτῳ μ’ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι | ἔσχον , ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας . ʹ ἐν τούτοισι τοῖσι ἔπεσι δηλοῖ ὅτι ἠπίστατο τὴν ἐς Αἴγυπτον Ἀλεξάνδρου πλάνην · ὁμουρέει γὰρ Συρίη Αἰγύπτῶ , οἱ δὲ Φοίνικες , τῶν ἐστὶ Σιδών , ἐν τῇ Συρίῃ οἰκέουσι .
2.117 κατὰ ταῦτα δὲ τὰ ἔπεα καὶ τόδε τὸ χωρίον οὐκ ἥκιστα ἀλλὰ μάλιστα δηλοῖ ὅτι οὐκ Ὁμήρου τὰ Κύπρια ἔπεα ἐστὶ ἀλλ’ ἄλλου τινός . ἐν μὲν γὰρ τοῖσι Κυπρίοισι εἴρηται ὡς τριταῖος ἐκ Σπάρτης Ἀλέξανδρος ἀπίκετο ἐς τὸ Ἴλιον ἄγων Ἑλένην , εὐαέι τε πνεύματι χρησάμενος καὶ θαλάσσῃ λείῃ · ἐν δὲ Ἰλιάδι λέγει ὡς ἐπλάζετο ἄγων αὐτήν .
2.118 ὅμηρος μέν νυν καὶ τὰ Κύπρια ἔπεα χαιρέτω . εἰρομένου δέ μευ τοὺς ἱρέας εἰ μάταιον λόγον λέγουσι οἱ Ἕλληνες τὰ περὶ Ἴλιον γενέσθαι οὔ , ἔφασαν πρὸς ταῦτα τάδε , ἱστορίῃσι φάμενοι εἰδέναι παρ’ αὐτοῦ Μενέλεω . ἐλθεῖν μὲν γὰρ μετὰ τὴν Ἑλένης ἁρπαγὴν ἐς τὴν Τευκρίδα γῆν Ἑλλήνων στρατιὴν πολλὴν βοηθεῦσαν Μενέλεῳ , ἐκβᾶσαν δὲ ἐς γῆν καὶ ἱδρυθεῖσαν τὴν στρατιὴν πέμπειν ἐς τὸ Ἴλιον ἀγγέλους , σὺν δέ σφι ἰέναι καὶ αὐτὸν Μενέλεων ·