2.115 νῦν ὦν ἐπειδὴ περὶ πολλοῦ ἥγημαι μὴ ξεινοκτονέειν , γυναῖκα μὲν ταύτην καὶ τὰ χρήματα οὔ τοι προήσω ἀπάγεσθαι , ἀλλ’ αὐτὰ ἐγὼ τῷ Ἕλληνι ξείνῳ φυλάξω , ἐς ἂν αὐτὸς ἐλθὼν ἐκεῖνος ἀπαγαγέσθαι ἐθέλῃ · αὐτὸν δέ σε καὶ τοὺς σοὺς συμπλόους τριῶν ἡμερέων προαγορεύω ἐκ τῆς ἐμῆς γῆς ἐς ἄλλην τινὰ μετορμίζεσθαι , εἰ δὲ μή , ἅτε πολεμίους περιέψεσθαι . ʹ
2.116 Ἑλένης μὲν ταύτην ἄπιξιν παρὰ Πρωτέα ἔλεγον οἱ ἱρέες γενέσθαι · δοκέει δέ μοι καὶ Ὅμηρος τὸν λόγον τοῦτον πυθέσθαι · ἀλλ’ οὐ γὰρ ὁμοίως ἐς τὴν ἐποποιίην εὐπρεπὴς ἦν τῷ ἑτέρῳ τῷ περ ἐχρήσατο , ἑκὼν μετῆκε αὐτόν , δηλώσας ὡς καὶ τοῦτον ἐπίσταιτο τὸν λόγον · δῆλον δὲ κατὰ [ γὰρ ] ἐποίησε ἐν Ἰλιάδι ʹκαὶ οὐδαμῇ ἄλλῃ ἀνεπόδισε ἑωυτόν̓ πλάνην τὴν Ἀλεξάνδρου , ὡς ἀπηνείχθη ἄγων Ἑλένην τῇ τε δὴ ἄλλῃ πλαζόμενος καὶ ὡς ἐς Σιδῶνα τῆς Φοινίκης ἀπίκετο . ἐπιμέμνηται δὲ αὐτοῦ ἐν Διομήδεος ἀριστείῃ · λέγει δὲ τὰ ἔπεα ὧδε . ʹ ἔνθ’ ἔσαν οἱ πέπλοι παμποίκιλοι , ἔργα γυναικῶν | Σιδονίων , τὰς αὐτὸς Ἀλέξανδρος θεοειδής | ἤγαγε Σιδονίηθεν , ἐπιπλὼς εὐρέα πόντον , | τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν . ʹ ἐπιμέμνηται δὲ καὶ ἐν Ὀδυσσείῃ ἐν τοῖσιδε τοῖσι ἔπεσι . ʹ τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα , | ἐσθλά , τά οἱ Πολύδαμνα πόρεν Θῶνος παράκοιτις | Αἰγυπτίη , τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα | φάρμακα , πολλὰ μὲν ἐσθλὰ μεμιγμένα , πολλὰ δὲ λυγρά . ʹ