2.114 ἀντιπέμπει πρὸς ταῦτα Πρωτεὺς λέγοντα τάδε . ʹ ἄνδρα τοῦτον , ὅστις κοτὲ ἐστὶ ἀνόσια ἐργασμένος ξεῖνον τὸν ἑωυτοῦ , συλλαβόντες ἀπάγετε παρ’ ἐμέ , ἵνα εἰδέω τι κοτὲ καὶ λέξει . ʹ
2.115 ἀκούσας δὲ ταῦτα Θῶνις συλλαμβάνει τὸν Ἀλέξανδρον καὶ τὰς νέας αὐτοῦ κατίσχει , μετὰ δὲ αὐτόν τε τοῦτον ἀνήγαγε ἐς Μέμφιν καὶ τὴν Ἑλένην τε καὶ τὰ χρήματα , πρὸς δὲ καὶ τοὺς ἱκέτας . ἀνακομισθέντων δὲ πάντων , εἰρώτα τὸν Ἀλέξανδρον Πρωτεὺς τίς εἴη καὶ ὁκόθεν πλέοι . δέ οἱ καὶ τὸ γένος κατέλεξε καὶ τῆς πάτρης εἶπε τὸ οὔνομα , καὶ δὴ καὶ τὸν πλόον ἀπηγήσατο ὁκόθεν πλέοι . μετὰ δὲ Πρωτεὺς εἰρώτα αὐτὸν ὁκόθεν τὴν Ἑλένην λάβοι · πλανωμένου δὲ τοῦ Ἀλεξάνδρου ἐν τῷ λόγῳ καὶ οὐ λέγοντος τὴν ἀληθείην , ἤλεγχον οἱ γενόμενοι ἱκέται , ἐξηγεύμενοι πάντα λόγον τοῦ ἀδικήματος . τέλος δὲ δή σφι λόγον τόνδε ἐκφαίνει Πρωτεύς , λέγων ὅτι ʹ ἐγὼ εἰ μὴ περὶ πολλοῦ ἡγεύμην μηδένα ξείνων κτείνειν , ὅσοι ὑπ’ ἀνέμων ἤδη ἀπολαμφθέντες ἦλθον ἐς χώρην τὴν ἐμήν , ἐγὼ ἄν σε ὑπὲρ τοῦ Ἕλληνος ἐτισάμην , ὅς , κάκιστε ἀνδρῶν , ξεινίων τυχὼν ἔργον ἀνοσιώτατον ἐργάσαο · παρὰ τοῦ σεωυτοῦ ξείνου τὴν γυναῖκα ἦλθες . καὶ μάλα ταῦτά τοι οὐκ ἤρκεσε , ἀλλ’ ἀναπτερώσας αὐτὴν οἴχεαι ἔχων ἐκκλέψας . καὶ οὐδὲ ταῦτά τοι μοῦνα ἤρκεσε , ἀλλὰ καὶ οἰκία τοῦ ξείνου κεραΐσας ἥκεις .