2.113 ἔλεγον δέ μοι οἱ ἱρέες ἱστορέοντι τὰ περὶ Ἑλένην γενέσθαι ὧδε . Ἀλέξανδρον ἁρπάσαντα Ἑλένην ἐκ Σπάρτης ἀποπλέειν ἐς τὴν ἑωυτοῦ · καί μιν , ὡς ἐγένετο ἐν τῷ Αἰγαίῳ , ἐξῶσται ἄνεμοι ἐκβάλλουσι ἐς τὸ Αἰγύπτιον πέλαγος , ἐνθεῦτεν δέ , οὐ γὰρ ἀνιεῖ τὰ πνεύματα , ἀπικνέεται ἐς Αἴγυπτον καὶ Αἰγύπτου ἐς τὸ νῦν Κανωβικὸν καλεύμενον στόμα τοῦ Νείλου καὶ ἐς Ταριχείας . ἦν δὲ ἐπὶ τῆς ἠιόνος τὸ καὶ νῦν ἐστι Ἡρακλέος ἱρόν , ἐς τὸ ἢν καταφυγὼν οἰκέτης ὅτευ ὦν ἀνθρώπων ἐπιβάληται στίγματα ἱρά , ἑωυτὸν διδοὺς τῷ θεῷ , οὐκ ἔξεστι τούτου ἅψασθαι . νόμος οὗτος διατελέει ἐὼν ὅμοιος μέχρι ἐμεῦ τῷ ἀπ’ ἀρχῆς · τοῦ ὦν δὴ Ἀλεξάνδρου ἀπιστέαται θεράποντες πυθόμενοι τὸν περὶ τὸ ἱρὸν ἔχοντα νόμον , ἱκέται δὲ ἱζόμενοι τοῦ θεοῦ κατηγόρεον τοῦ Ἀλεξάνδρου , βουλόμενοι βλάπτειν αὐτόν , πάντα λόγον ἐξηγεύμενοι ὡς εἶχε περὶ τὴν Ἑλένην τε καὶ τὴν ἐς Μενέλεων ἀδικίην · κατηγόρεον δὲ ταῦτα πρός τε τοὺς ἱρέας καὶ τὸν στόματος τούτου φύλακον , τῷ οὔνομα ἦν Θῶνις .
2.114 ἀκούσας δὲ τούτων Θῶνις πέμπει τὴν ταχίστην ἐς Μέμφιν παρὰ Πρωτέα ἀγγελίην λέγουσαν τάδε . ʹ ἥκει ξεῖνος γένος μὲν Τευκρός , ἔργον δὲ ἀνόσιον ἐν τῇ Ἑλλάδι ἐξεργασμένος · ξείνου γὰρ τοῦ ἑωυτοῦ ἐξαπατήσας τὴν γυναῖκα αὐτήν τε ταύτην ἄγων ἥκει καὶ πολλὰ κάρτα χρήματα , ὑπὸ ἀνέμων ἐς γῆν ταύτην ἀπενειχθείς . κότερα δῆτα τοῦτον ἐῶμεν ἀσινέα ἐκπλέειν ἀπελώμεθα τὰ ἔχων ἦλθε ; ʹ