2.111 καὶ τὸν πρώτης τῆς ἑωυτοῦ γυναικὸς πειρᾶσθαι , μετὰ δέ , ὡς οὐκ ἀνέλεπε , ἐπεξῆς πασέων πειρᾶσθαι · ἀναβλέψαντα δὲ συναγαγεῖν τὰς γυναῖκας τῶν ἐπειρήθη , πλὴν τῆς τῷ οὔρῳ νιψάμενος ἀνέβλεψε , ἐς μίαν πόλιν , νῦν καλέεται Ἐρυθρὴ βῶλος · ἐς ταύτην συναλίσαντα ὑποπρῆσαι πάσας σὺν αὐτῇ τῇ πόλι · τῆς δὲ νιψάμενος τῷ οὔρῳ ἀνέβλεψε , ταύτην δὲ ἔσχε αὐτὸς γυναῖκα . ἀναθήματα δὲ ἀποφυγὼν τὴν πάθην τῶν ὀφθαλμῶν ἄλλα τε ἀνὰ τὰ ἱρὰ πάντα τὰ λόγιμα ἀνέθηκε καὶ τοῦ γε λόγον μάλιστα ἄξιον ἐστὶ ἔχειν , ἐς τοῦ Ἡλίου τὸ ἱρὸν ἀξιοθέητα ἀνέθηκε ἔργα , ὀβελοὺς δύο λιθίνους , ἐξ ἑνὸς ἐόντα ἑκάτερον λίθου , μῆκος μὲν ἑκάτερον πηχέων ἑκατόν , εὖρος δὲ ὀκτὼ πηχέων .
2.112 τούτου δὲ ἐκδέξασθαι τὴν βασιληίην ἔλεγον ἄνδρα Μεμφίτην , τῷ κατὰ τὴν Ἑλλήνων γλῶσσαν οὔνομα Πρωτέα εἶναι · τοῦ νῦν τέμενος ἐστὶ ἐν Μέμφι κάρτα καλόν τε καὶ εὖ ἐσκευασμένον , τοῦ Ἡφαιστείου πρὸς νότον ἄνεμον κείμενον . περιοικέουσι δὲ τὸ τέμενος τοῦτο Φοίνικες Τύριοι , καλέεται δὲ χῶρος οὗτος συνάπας Τυρίων στρατόπεδον . ἔστι δὲ ἐν τῷ τεμένεϊ τοῦ Πρωτέος ἱρὸν τὸ καλέεται ξείνης Ἀφροδίτης · συμβάλλομαι δὲ τοῦτο τὸ ἱρὸν εἶναι Ἑλένης τῆς Τυνδάρεω , καὶ τὸν λόγον ἀκηκοὼς ὡς διαιτήθη Ἑλένη παρὰ Πρωτέι , καὶ δὴ καὶ ὅτι ξείνης Ἀφροδίτης ἐπώνυμον ἐστί · ὅσα γὰρ ἄλλα Ἀφροδίτης ἱρά ἐστι , οὐδαμῶς ξείνης ἐπικαλέεται .