2.106 ἑκατέρωθι δὲ ἀνὴρ ἐγγέγλυπται μέγαθος πέμπτης σπιθαμῆς , τῇ μὲν δεξιῇ χειρὶ ἔχων αἰχμὴν τῇ δὲ ἀριστερῇ τόξα , καὶ τὴν ἄλλην σκευὴν ὡσαύτως · καὶ γὰρ Αἰγυπτίην καὶ Αἰθιοπίδα ἔχει · ἐκ δὲ τοῦ ὤμου ἐς τὸν ἕτερον ὦμον διὰ τῶν στηθέων γράμματα ἱρὰ Αἰγύπτια διήκει ἐγκεκολαμμένα , λέγοντα τάδε · ʹ ἐγὼ τήνδε τὴν χώρην ὤμοισι τοῖσι ἐμοῖσι ἐκτησάμην . ʹ ὅστις δὲ καὶ ὁκόθεν ἐστί , ἐνθαῦτα μὲν οὐ δηλοῖ , ἑτέρωθι δὲ δεδήλωκε · τὰ δὴ καὶ μετεξέτεροι τῶν θεησαμένων Μέμνονος εἰκόνα εἰκάζουσί μιν εἶναι , πολλὸν τῆς ἀληθείης ἀπολελειμμένοι .
2.107 τοῦτον δὴ τὸν Αἰγύπτιον Σέσωστριν ἀναχωρέοντα καὶ ἀνάγοντα πολλοὺς ἀνθρώπους τῶν ἐθνέων τῶν τὰς χώρας κατεστρέψατο , ἔλεγον οἱ ἱρέες , ἐπείτε ἐγίνετο ἀνακομιζόμενος ἐν Δάφνῃσι τῇσι Πηλουσίῃσι , τὸν ἀδελφεὸν ἑωυτοῦ , τῷ ἐπέτρεψε Σέσωστρις τὴν Αἴγυπτον , τοῦτον ἐπὶ ξείνια αὐτὸν καλέσαντα καὶ πρὸς αὐτῷ τοὺς παῖδας περινῆσαι ἔξωθεν τὴν οἰκίην ὕλῃ , περινήσαντα δὲ ὑποπρῆσαι . τὸν δὲ ὡς μαθεῖν τοῦτο , αὐτίκα συμβουλεύεσθαι τῇ γυναικί · καὶ γὰρ δὴ καὶ τὴν γυναῖκα αὐτὸν ἅμα ἄγεσθαι · τὴν δέ οἱ συμβουλεῦσαι τῶν παίδων ἐόντων ἓξ τοὺς δύο ἐπὶ τὴν πυρὴν ἐκτείναντα γεφυρῶσαι τὸ καιόμενον , αὐτοὺς δὲ ἐπ’ ἐκείνων ἐπιβαίνοντας ἐκσώζεσθαι . ταῦτα ποιῆσαι τὸν Σέσωστριν , καὶ δύο μὲν τῶν παίδων κατακαῆναι τρόπῳ τοιούτῳ , τοὺς δὲ λοιποὺς ἀποσωθῆναι ἅμα τῷ πατρί .
2.108 νοστήσας δὲ Σέσωστρις ἐς τὴν Αἴγυπτον καὶ τισάμενος τὸν ἀδελφεόν , τῷ μὲν ὁμίλῳ τὸν ἐπηγάγετο τῶν τὰς χώρας κατεστρέψατο , τούτῳ μὲν τάδε ἐχρήσατο ·