2.104 Φοίνικες δὲ καὶ Σύροι οἱ ἐν τῇ Παλαιστίνῃ καὶ αὐτοὶ ὁμολογέουσι παρ’ Αἰγυπτίων μεμαθηκέναι , Σύριοι δὲ οἱ περὶ Θερμώδοντα καὶ Παρθένιον ποταμὸν καὶ Μάκρωνες οἱ τούτοισι ἀστυγείτονες ἐόντες ἀπὸ Κόλχων φασὶ νεωστὶ μεμαθηκέναι . οὗτοι γὰρ εἰσὶ οἱ περιταμνόμενοι ἀνθρώπων μοῦνοι , καὶ οὗτοι Αἰγυπτίοισι φαίνονται ποιεῦντες κατὰ ταὐτά . αὐτῶν δὲ Αἰγυπτίων καὶ Αἰθιόπων οὐκ ἔχω εἰπεῖν ὁκότεροι παρὰ τῶν ἑτέρων ἐξέμαθον · ἀρχαῖον γὰρ δή τι φαίνεται ἐόν . ὡς δὲ ἐπιμισγόμενοι Αἰγύπτῳ ἐξέμαθον , μέγα μοι καὶ τόδε τεκμήριον γίνεται · Φοινίκων ὁκόσοι τῇ Ἑλλάδι ἐπιμίσγονται , οὐκέτι Αἰγυπτίους μιμέονται κατὰ τὰ αἰδοῖα . ἀλλὰ τῶν ἐπιγινομένων οὐ περιτάμνουσι τὰ αἰδοῖα .
2.105 φέρε νῦν καὶ ἄλλο εἴπω περὶ τῶν Κόλχων , ὡς Αἰγυπτίοισι προσφερέες εἰσί · λίνον μοῦνοι οὗτοί τε καὶ Αἰγύπτιοι ἐργάζονται καὶ κατὰ ταὐτά , καὶ ζόη πᾶσα καὶ γλῶσσα ἐμφερής ἐστι ἀλλήλοισι . λίνον δὲ τὸ μὲν Κολχικὸν ὑπὸ Ἑλλήνων Σαρδωνικὸν κέκληται , τὸ μέντοι ἀπ’ Αἰγύπτου ἀπικνεύμενον καλέεται Αἰγύπτιον .
2.106 αἱ δὲ στῆλαι τὰς ἵστα κατὰ τὰς χώρας Αἰγύπτου βασιλεὺς Σέσωστρις , αἱ μὲν πλεῦνες οὐκέτι φαίνονται περιεοῦσαι , ἐν δὲ τῇ Παλαιστίνῃ Συρίῃ αὐτὸς ὥρων ἐούσας καὶ τὰ γράμματα τὰ εἰρημένα ἐνεόντα καὶ γυναικὸς αἰδοῖα . εἰσὶ δὲ καὶ περὶ Ἰωνίην δύο τύποι ἐν πέτρῃσι ἐγκεκολαμμένοι τούτου τοῦ ἀνδρός , τῇ τε ἐκ τῆς Ἐφεσίης ἐς Φώκαιαν ἔρχονται καὶ τῇ ἐκ Σαρδίων ἐς Σμύρνην .