2.108 τούς τέ οἱ λίθους τοὺς ἐπὶ τούτου τοῦ βασιλέος κομισθέντας ἐς τοῦ Ἡφαίστου τὸ ἱρόν , ἐόντας μεγάθεϊ περιμήκεας , οὗτοι ἦσαν οἱ ἑλκύσαντες , καὶ τὰς διώρυχας τὰς νῦν ἐούσας ἐν Αἰγύπτῳ πάσας οὗτοι ἀναγκαζόμενοι ὤρυσσον , ἐποίευν τε οὐκ ἑκόντες Αἴγυπτον , τὸ πρὶν ἐοῦσαν ἱππασίμην καὶ ἁμαξευομένην πᾶσαν , ἐνδεᾶ τούτων . ἀπὸ γὰρ τούτου τοῦ χρόνου Αἴγυπτος ἐοῦσα πεδιὰς πᾶσα ἄνιππος καὶ ἀναμάξευτος γέγονε · αἴτιαι δὲ τούτων αἱ διώρυχες γεγόνασι ἐοῦσαι πολλαὶ καὶ παντοίους τρόπους ἔχουσαί . κατέταμνε δὲ τοῦδε εἵνεκα τὴν χώρην βασιλεύς · ὅσοι τῶν Αἰγυπτίων μὴ ἐπὶ τῷ ποταμῷ ἔκτηντο τὰς πόλις ἀλλ’ ἀναμέσους , οὗτοι , ὅκως τε ἀπίοι ποταμός , σπανίζοντες ὑδάτων πλατυτέροισι ἐχρέωντο τοῖσι πόμασι , ἐκ φρεάτων χρεώμενοι .
2.109 τούτων μὲν δὴ εἵνεκα κατετμήθη Αἴγυπτος . κατανεῖμαι δὲ τὴν χώρην Αἰγυπτίοισι ἅπασι τοῦτον ἔλεγον τὸν βασιλέα , κλῆρον ἴσον ἑκάστῳ τετράγωνον διδόντα , καὶ ἀπὸ τούτου τὰς προσόδους ποιήσασθαι , ἐπιτάξαντα ἀποφορὴν ἐπιτελέειν κατ’ ἐνιαυτόν . εἰ δὲ τινὸς τοῦ κλήρου ποταμός τι παρέλοιτο , ἐλθὼν ἂν πρὸς αὐτὸν ἐσήμαινε τὸ γεγενημένον · δὲ ἔπεμπε τοὺς ἐπισκεψομένους καὶ ἀναμετρήσοντας ὅσῳ ἐλάσσων χῶρος γέγονε , ὅκως τοῦ λοιποῦ κατὰ λόγον τῆς τεταγμένης ἀποφορῆς τελέοι . δοκέει δέ μοι ἐνθεῦτεν γεωμετρίη εὑρεθεῖσα ἐς τὴν Ἑλλάδα ἐπανελθεῖν · πόλον μὲν γὰρ καὶ γνώμονα καὶ τὰ δυώδεκα μέρεα τῆς ἡμέρης παρὰ Βαβυλωνίων ἔμαθον οἱ Ἕλληνες .