2.102 ὅτεων δὲ ἀμαχητὶ καὶ εὐπετέως παρέλαβε τὰς πόλιας , τούτοισι δὲ ἐνέγραφε ἐν τῇσι στήλῃσι κατὰ ταὐτὰ καὶ τοῖσι ἀνδρηίοισι τῶν ἐθνέων γενομένοισι , καὶ δὴ καὶ αἰδοῖα γυναικὸς προσενέγραφε , δῆλα βουλόμενος ποιέειν ὡς εἴησαν ἀνάλκιδες .
2.103 ταῦτα δὲ ποιέων διεξήιε τὴν ἤπειρον , ἐς ἐκ τῆς Ἀσίης ἐς τὴν Εὐρώπην διαβὰς τούς τε Σκύθας κατεστρέψατο καὶ τοὺς Θρήικας . ἐς τούτους δέ μοι δοκέει καὶ προσώτατα ἀπικέσθαι Αἰγύπτιος στρατός · ἐν μὲν γὰρ τῇ τούτων χώρῃ φαίνονται σταθεῖσαι αἱ στῆλαι , τὸ δὲ προσωτέρω τούτων οὐκέτι . ἐνθεῦτεν δὲ ἐπιστρέψας ὀπίσω ἤιε , καὶ ἐπείτε ἐγίνετο ἐπὶ Φάσι ποταμῷ , οὐκ ἔχω τὸ ἐνθεῦτεν ἀτρεκέως εἰπεῖν εἴτε αὐτὸς βασιλεὺς Σέσωστρις ἀποδασάμενος τῆς ἑωυτοῦ στρατιῆς μόριον ὅσον δὴ αὐτοῦ κατέλιπε τῆς χώρης οἰκήτορας , εἴτε τῶν τινες στρατιωτέων τῇ πλάνῃ αὐτοῦ ἀχθεσθέντες περὶ Φᾶσιν ποταμὸν κατέμειναν .
2.104 φαίνονται μὲν γὰρ ἐόντες οἱ Κόλχοι Αἰγύπτιοι , νοήσας δὲ πρότερον αὐτὸς ἀκούσας ἄλλων λέγω . ὡς δέ μοι ἐν φροντίδι ἐγένετο , εἰρόμην ἀμφοτέρους , καὶ μᾶλλον οἱ Κόλχοι ἐμεμνέατο τῶν Αἰγυπτίων οἱ Αἰγύπτιοι τῶν Κόλχων · νομίζειν δ’ ἔφασαν οἱ Αἰγύπτιοι τῆς Σεσώστριος στρατιῆς εἶναι τοὺς Κόλχους . αὐτὸς δὲ εἴκασα τῇδε , καὶ ὅτι μελάγχροες εἰσὶ καὶ οὐλότριχες . καὶ τοῦτο μὲν ἐς οὐδὲν ἀνήκει · εἰσὶ γὰρ καὶ ἕτεροι τοιοῦτοι · ἀλλὰ τοῖσιδε καὶ μᾶλλον , ὅτι μοῦνοι πάντων ἀνθρώπων Κόλχοι καὶ Αἰγύπτιοι καὶ Αἰθίοπες περιτάμνονται ἀπ’ ἀρχῆς τὰ αἰδοῖα .