2.100 ταύτης μὲν πέρι τοσαῦτα ἔλεγον , πλὴν ὅτι αὐτήν μιν , ὡς τοῦτο ἐξέργαστο , ῥίψαι ἐς οἴκημα σποδοῦ πλέον , ὅκως ἀτιμώρητος γένηται .
2.101 τῶν δὲ ἄλλων βασιλέων οὐ γὰρ ἔλεγον οὐδεμίαν ἔργων ἀπόδεξιν καὶ οὐδὲν εἶναι λαμπρότητος , πλὴν ἑνὸς τοῦ ἐσχάτου αὐτῶν Μοίριος · τοῦτον δὲ ἀποδέξασθαι μνημόσυνα τοῦ Ἡφαίστου τὰ πρὸς βορέην ἄνεμον τετραμμένα προπύλαια , λίμνην τε ὀρύξαι , τῆς περίοδος ὅσων ἐστὶ σταδίων ὕστερον δηλώσω , πυραμίδας τε ἐν αὐτῇ οἰκοδομῆσαι , τῶν τοῦ μεγάθεος πέρι ὁμοῦ αὐτῇ τῇ λίμνῃ ἐπιμνήσομαι · τοῦτον μὲν τοσαῦτα ἀποδέξασθαι , τῶν δὲ ἄλλων οὐδένα οὐδέν .
2.102 παραμειψάμενος ὦν τούτους τοῦ ἐπὶ τούτοισι γενομένου βασιλέος , τῷ οὔνομα ἦν Σέσωστρις , τούτου μνήμην ποιήσομαι · τὸν ἔλεγον οἱ ἱρέες πρῶτον μὲν πλοίοισι μακροῖσι ὁρμηθέντα ἐκ τοῦ Ἀραβίου κόλπου τοὺς παρὰ τὴν Ἐρυθρὴν θάλασσαν κατοικημένους καταστρέφεσθαι , ἐς πλέοντά μιν πρόσω ἀπικέσθαι ἐς θάλασσαν οὐκέτι πλωτὴν ὑπὸ βραχέων . ἐνθεῦτεν δὲ ὡς ὀπίσω ἀπίκετο ἐς Αἴγυπτον , κατὰ τῶν ἱρέων τὴν φάτιν , πολλὴν στρατιὴν τῶν λαβὼν ἤλαυνε διὰ τῆς ἠπείρου , πᾶν ἔθνος τὸ ἐμποδὼν καταστρεφόμενος . ὁτέοισι μέν νυν αὐτῶν ἀλκίμοισι ἐνετύγχανε καὶ δεινῶς γλιχομένοισι περὶ τῆς ἐλευθερίης , τούτοισι μὲν στήλας ἐνίστη ἐς τὰς χώρας διὰ γραμμάτων λεγούσας τό τε ἑωυτοῦ οὔνομα καὶ τῆς πάτρης , καὶ ὡς δυνάμι τῇ ἑωυτοῦ κατεστρέψατο σφέας ·