2.99 ἔτι δὲ καὶ νῦν ὑπὸ Περσέων ἀγκὼν οὗτος τοῦ Νείλου ὡς ἀπεργμένος ῥέῃ ἐν φυλακῇσι μεγάλῃσι ἔχεται , φρασσόμενος ἀνὰ πᾶν ἔτος · εἰ γὰρ ἐθελήσει ῥήξας ὑπερβῆναι ποταμὸς ταύτῃ , κίνδυνος πάσῃ Μέμφι κατακλυσθῆναι ἐστί . ὡς δὲ τῷ Μῖνι τούτῳ τῷ πρώτῳ γενομένῳ βασιλέι χέρσον γεγονέναι τὸ ἀπεργμένον , τοῦτο μὲν ἐν αὐτῷ πόλιν κτίσαι ταύτην ἥτις νῦν Μέμφις καλέεται · ἔστι γὰρ καὶ Μέμφις ἐν τῷ στεινῷ τῆς Αἰγύπτου · ἔξωθεν δὲ αὐτῆς περιορύξαι λίμνην ἐκ τοῦ ποταμοῦ πρὸς βορέην τε καὶ πρὸς ἑσπέρην ʹτὸ γὰρ πρὸς τὴν ἠῶ αὐτὸς Νεῖλος ἀπέργεἰ , τοῦτο δὲ τοῦ Ἡφαίστου τὸ ἱρὸν ἱδρύσασθαι ἐν αὐτῇ , ἐὸν μέγα τε καὶ ἀξιαπηγητότατον .
2.100 μετὰ δὲ τοῦτον κατέλεγον οἱ ἱρέες ἐκ βύβλου ἄλλων βασιλέων τριηκοσίων καὶ τριήκοντα οὐνόματα . ἐν τοσαύτῃσι δὲ γενεῇσι ἀνθρώπων ὀκτωκαίδεκα μὲν Αἰθίοπες ἦσαν , μία δὲ γυνὴ ἐπιχωρίη , οἱ δὲ ἄλλοι ἄνδρες Αἰγύπτιοι . τῇ δὲ γυναικὶ οὔνομα ἦν , ἥτις ἐβασίλευσε , τό περ τῇ Βαβυλωνίῃ , Νίτωκρις · τὴν ἔλεγον τιμωρέουσαν ἀδελφεῷ , τὸν Αἰγύπτιοι βασιλεύοντα σφέων ἀπέκτειναν , ἀποκτείναντες δὲ οὕτω ἐκείνῃ ἀπέδοσαν τὴν βασιληίην , τούτῳ τιμωρέουσαν πολλοὺς Αἰγυπτίων διαφθεῖραι δόλῳ . ποιησαμένην γάρ μιν οἴκημα περίμηκες ὑπόγαιον καινοῦν τῷ λόγῳ , νόῳ δὲ ἄλλα μηχανᾶσθαι · καλέσασαν δέ μιν Αἰγυπτίων τοὺς μάλιστα μεταιτίους τοῦ φόνου ᾔδεε πολλοὺς ἱστιᾶν , δαινυμένοισι δὲ ἐπεῖναι τὸν ποταμὸν δι’ αὐλῶνος κρυπτοῦ μεγάλου .