2.97 ἐς μέν γε Μέμφιν ἐκ Ναυκράτιος ἀναπλώοντι παρ’ αὐτὰς τὰς πυραμίδας γίνεται πλόος · ἔστι δὲ οὐδ’ οὗτος , ἀλλὰ παρὰ τὸ ὀξὺ τοῦ Δέλτα καὶ παρὰ Κερκάσωρον πόλιν · ἐς δὲ Ναύκρατιν ἀπὸ θαλάσσης καὶ Κανώβου διὰ πεδίου πλέων ἥξεις κατ’ Ἄνθυλλάν τε πόλιν καὶ τὴν Ἀρχάνδρου καλευμένην .
2.98 τουτέων δὲ μὲν Ἄνθυλλα ἐοῦσα λογίμη πόλις ἐς ὑποδήματα ἐξαίρετος δίδοται τοῦ αἰεὶ βασιλεύοντος Αἰγύπτου τῇ γυναικί ʹτοῦτο δὲ γίνεται ἐξ ὅσου ὑπὸ Πέρσῃσι ἐστὶ Αἴγυπτοσ̓ , δὲ ἑτέρη πόλις δοκέει μοι τὸ οὔνομα ἔχειν ἀπὸ τοῦ Δαναοῦ γαμβροῦ Ἀρχάνδρου τοῦ Φθίου τοῦ Ἀχαιοῦ · καλέεται γὰρ δὴ Ἀρχάνδρου πόλις . εἴη δ’ ἂν καὶ ἄλλος τις Ἄρχανδρος , οὐ μέντοι γε Αἰγύπτιον τὸ οὔνομα .
2.99 μέχρι μὲν τούτου ὄψις τε ἐμὴ καὶ γνώμη καὶ ἱστορίη ταῦτα λέγουσα ἐστί , τὸ δὲ ἀπὸ τοῦδε Αἰγυπτίους ἔρχομαι λόγους ἐρέων κατὰ τὰ ἤκουον · προσέσται δὲ αὐτοῖσί τι καὶ τῆς ἐμῆς ὄψιος . Μῖνα τὸν πρῶτον βασιλεύσαντα Αἰγύπτου οἱ ἱρέες ἔλεγον τοῦτο μὲν ἀπογεφυρῶσαι τὴν Μέμφιν . τὸν γὰρ ποταμὸν πάντα ῥέειν παρὰ τὸ ὄρος τὸ ψάμμινον πρὸς Λιβύης , τὸν δὲ Μῖνα ἄνωθεν , ὅσον τε ἑκατὸν σταδίους ἀπὸ Μέμφιος , τὸν πρὸς μεσαμβρίης ἀγκῶνα προσχώσαντα τὸ μὲν ἀρχαῖον ῥέεθρον ἀποξηρῆναι , τὸν δὲ ποταμὸν ὀχετεῦσαι τὸ μέσον τῶν ὀρέων ῥέειν .