2.96 περὶ γόμφους πυκνοὺς καὶ μακροὺς περιείρουσι τὰ διπήχεα ξύλα · ἐπεὰν δὲ τῷ τρόπῳ τούτῳ ναυπηγήσωνται , ζυγὰ ἐπιπολῆς τείνουσι αὐτῶν · νομεῦσι δὲ οὐδὲν χρέωνται · ἔσωθεν δὲ τὰς ἁρμονίας ἐν ὦν ἐπάκτωσαν τῇ βύβλῳ . πηδάλιον δὲ ἓν ποιεῦνται , καὶ τοῦτο διὰ τῆς τρόπιος διαβύνεται . ἱστῷ δὲ ἀκανθίνῳ χρέωνται , ἱστίοισι δὲ βυβλίνοισι . ταῦτα τὰ πλοῖα ἀνὰ μὲν τὸν ποταμὸν οὐ δύναται πλέειν , ἢν μὴ λαμπρὸς ἄνεμος ἐπέχῃ , ἐκ γῆς δὲ παρέλκεται , κατὰ ῥόον δὲ κομίζεται ὧδε · ἔστι ἐκ μυρίκης πεποιημένη θύρη , κατερραμμένη ῥιπὶ καλάμων , καὶ λίθος τετρημένος διτάλαντος μάλιστά κῃ σταθμόν · τούτων τὴν μὲν θύρην δεδεμένην κάλῳ ἔμπροσθε τοῦ πλοίου ἀπιεῖ ἐπιφέρεσθαι , τὸν δὲ λίθον ἄλλῳ κάλῳ ὄπισθε . μὲν δὴ θύρη τοῦ ῥόου ἐμπίπτοντος χωρέει ταχέως καὶ ἕλκει τὴν βᾶριν ʹτοῦτο γὰρ δὴ οὔνομα ἐστὶ τοῖσι πλοίοισι τούτοισἰ , δὲ λίθος ὄπισθε ἐπελκόμενος καὶ ἐὼν ἐν βυσσῷ κατιθύνει τὸν πλόον . ἔστι δέ σφι τὰ πλοῖα ταῦτα πλήθεϊ πολλά , καὶ ἄγει ἔνια πολλὰς χιλιάδας ταλάντων .
2.97 ἐπεὰν δὲ ἐπέλθῃ Νεῖλος τὴν χώρην , αἱ πόλιες μοῦναι φαίνονται ὑπερέχουσαι , μάλιστά κῃ ἐμφερέες τῇσι ἐν τῷ Αἰγαίῳ πόντῳ νήσοισι · τὰ μὲν γὰρ ἄλλα τῆς Αἰγύπτου πέλαγος γίνεται , αἱ δὲ πόλιες μοῦναι ὑπερέχουσι . πορθμεύονται ὦν , ἐπεὰν τοῦτο γένηται , οὐκέτι κατὰ τὰ ῥέεθρα τοῦ ποταμοῦ ἀλλὰ διὰ μέσου τοῦ πεδίου .