2.94 ταῦτα , τὰ ἐν Ἕλλησι αὐτόματα ἄγρια φύεται · ταῦτα ἐν τῇ Αἰγύπτῳ σπειρόμενα καρπὸν φέρει πολλὸν μὲν δυσώδεα δέ · τοῦτον ἐπεὰν συλλέξωνται , οἳ μὲν κόψαντες ἀπιποῦσι , οἳ δὲ καὶ φρύξαντες ἀπέψουσι , καὶ τὸ ἀπορρέον ἀπ’ αὐτοῦ συγκομίζονται . ἔστι δὲ πῖον καὶ οὐδὲν ἧσσον τοῦ ἐλαίου τῷ λύχνῳ προσηνές , ὀδμὴν δὲ βαρέαν παρέχεται .
2.95 πρὸς δὲ τοὺς κώνωπας ἀφθόνους ἐόντας τάδε σφι ἐστὶ μεμηχανημένα . τοὺς μὲν τὰ ἄνω τῶν ἑλέων οἰκέοντας οἱ πύργοι ὠφελέουσι , ἐς τοὺς ἀναβαίνοντες κοιμῶνται · οἱ γὰρ κώνωπες ὑπὸ τῶν ἀνέμων οὐκ οἷοί τε εἰσὶ ὑψοῦ πέτεσθαι . τοῖσι δὲ περὶ τὰ ἕλεα οἰκέουσι τάδε ἀντὶ τῶν πύργων ἄλλα μεμηχάνηται · πᾶς ἀνὴρ αὐτῶν ἀμφίβληστρον ἔκτηται , τῷ τῆς μὲν ἡμέρης ἰχθῦς ἀγρεύει , τὴν δὲ νύκτα τάδε αὐτῷ χρᾶται · ἐν τῇ ἀναπαύεται κοίτῃ , περὶ ταύτην ἵστησι τὸ ἀμφίβληστρον καὶ ἔπειτα ἐνδὺς ὑπ’ αὐτὸ κατεύδει . οἱ δὲ κώνωπες , ἢν μὲν ἐν ἱματίῳ ἐνειλιξάμενος εὕδῃ σινδόνι , διὰ τούτων δάκνουσι , διὰ δὲ τοῦ δικτύου οὐδὲ πειρῶνται ἀρχήν .
2.96 τὰ δὲ δὴ πλοῖά σφι , τοῖσι φορτηγέουσι , ἐστὶ ἐκ τῆς ἀκάνθης ποιεύμενα , τῆς μορφὴ μὲν ἐστὶ ὁμοιοτάτη τῷ Κυρηναίῳ λωτῷ , τὸ δὲ δάκρυον κόμμι ἐστί . ἐκ ταύτης ὦν τῆς ἀκάνθης κοψάμενοι ξύλα ὅσον τε διπήχεα πλινθηδὸν συντιθεῖσι ναυπηγεύμενοι τρόπον τοιόνδε ·