2.93 ἐκ δὲ τῶν περιγινομένων καὶ μὴ καταπινομένων κέγχρων οἱ τρεφόμενοι ἰχθύες γίνονται . οἵ δ’ ἂν αὐτῶν ἁλῶσι ἐκπλώοντες ἐς θάλασσαν , φαίνονται τετριμμένοι τὰ ἐπ’ ἀριστερὰ τῶν κεφαλέων , οἳ δ’ ἂν ὀπίσω ἀναπλώοντες , τὰ ἐπὶ δεξιὰ τετρίφαται . πάσχουσι δὲ ταῦτα διὰ τόδε · ἐχόμενοι τῆς γῆς ἐπ’ ἀριστερὰ καταπλώουσι ἐς θάλασσαν , καὶ ἀναπλώοντες ὀπίσω τῆς αὐτῆς ἀντέχονται , ἐγχριμπτόμενοι καὶ ψαύοντες ὡς μάλιστα , ἵνα δὴ μὴ ἁμάρτοιεν τῆς ὁδοῦ διὰ τὸν ῥόον . ἐπεὰν δὲ πληθύνεσθαι ἄρχηται Νεῖλος , τά τε κοῖλα τῆς γῆς καὶ τὰ τέλματα τὰ παρὰ τὸν ποταμὸν πρῶτα ἄρχεται πίμπλασθαι διηθέοντος τοῦ ὕδατος ἐκ τοῦ ποταμοῦ · καὶ αὐτίκα τε πλέα γίνεται ταῦτα καὶ παραχρῆμα ἰχθύων σμικρῶν πίμπλαται πάντα . κόθεν δὲ οἰκὸς αὐτοὺς γίνεσθαι , ἐγώ μοι δοκέω κατανοέειν τοῦτο · τοῦ προτέρου ἔτεος ἐπεὰν ἀπολίπῃ Νεῖλος , οἱ ἰχθύες ἐντεκόντες ᾠὰ ἐς τὴν ἰλὺν ἅμα τῷ ἐσχάτῳ ὕδατι ἀπαλλάσσονται · ἐπεὰν δὲ περιελθόντος τοῦ χρόνου πάλιν ἐπέλθῃ τὸ ὕδωρ , ἐκ τῶν ᾠῶν τούτων παραυτίκα γίνονται οἱ ἰχθύες οὗτοι .
2.94 καὶ περὶ μὲν τοὺς ἰχθύας οὕτω ἔχει . ἀλείφατι δὲ χρέωνται Αἰγυπτίων οἱ περὶ τὰ ἕλεα οἰκέοντες ἀπὸ τῶν σιλλικυπρίων τοῦ καρποῦ , τὸ καλεῦσι μὲν Αἰγύπτιοι κίκι , ποιεῦσι δὲ ὧδε . παρὰ τὰ χείλεα τῶν τε ποταμῶν καὶ τῶν λιμνέων σπείρουσι τὰ σιλλικύπρια