2.92 ἔστι δὲ καὶ ἄλλα κρίνεα ῥόδοισι ἐμφερέα , ἐν τῷ ποταμῷ γινόμενα καὶ ταῦτα , ἐξ ὧν καρπὸς ἐν ἄλλῃ κάλυκι παραφυομένῃ ἐκ τῆς ῥίζης γίνεται , κηρίῳ σφηκῶν ἰδέην ὁμοιότατον · ἐν τούτῳ τρωκτὰ ὅσον τε πυρὴν ἐλαίης ἐγγίνεται συχνά , τρώγεται δὲ καὶ ἁπαλὰ ταῦτα καὶ αὖα . τὴν δὲ βύβλον τὴν ἐπέτειον γινομένην ἐπεὰν ἀνασπάσωσι ἐκ τῶν ἑλέων , τὰ μὲν ἄνω αὐτῆς ἀποτάμνοντες ἐς ἄλλο τι τρέπουσι , τὸ δὲ κάτω λελειμμένον ὅσον τε ἐπὶ πῆχυν τρώγουσι καὶ πωλέουσι · οἳ δὲ ἂν καὶ κάρτα βούλωνται χρηστῇ τῇ βύβλῳ χρᾶσθαι , ἐν κλιβάνῳ διαφανέι πνίξαντες οὕτω τρώγουσι . οἳ δὲ τινὲς αὐτῶν ζῶσι ἀπὸ τῶν ἰχθύων μοῦνον , τοὺς ἐπεὰν λάβωσι καὶ ἐξέλωσι τὴν κοιλίην , αὐαίνουσι πρὸς ἥλιον καὶ ἔπειτα αὔους ἐόντας σιτέονται .
2.93 οἱ δὲ ἰχθύες οἱ ἀγελαῖοι ἐν μὲν τοῖσι ποταμοῖσι οὐ μάλα γίνονται , τρεφόμενοι δὲ ἐν τῇσι λίμνῃσι τοιάδε ποιεῦσι . ἐπεάν σφεας ἐσίῃ οἶστρος κυΐσκεσθαι , ἀγεληδὸν ἐκπλέουσι ἐς θάλασσαν · ἡγέονται δὲ οἱ ἔρσενες ἀπορραίνοντες τοῦ θοροῦ , αἳ δὲ ἑπόμεναι ἀνακάπτουσι καὶ ἐξ αὐτοῦ κυΐσκονται . ἐπεὰν δὲ πλήρεες γένωνται ἐν τῇ θαλάσσῃ , ἀναπλώουσι ὀπίσω ἐς ἤθεα τὰ ἑωυτῶν ἕκαστοι , ἡγέονται μέντοι γε οὐκέτι οἱ αὐτοί , ἀλλὰ τῶν θηλέων γίνεται ἡγεμονία · ἡγεύμεναι δὲ ἀγεληδὸν ποιεῦσι οἷόν περ ἐποίευν οἱ ἔρσενες · τῶν γὰρ ᾠῶν ἀπορραίνουσι κατ’ ὀλίγους τῶν κέγχρων , οἱ δὲ ἔρσενες καταπίνουσι ἑπόμενοι . εἰσὶ δὲ οἱ κέγχροι οὗτοι ἰχθύες .