2.91 εἰρομένου δέ μευ τι σφι μούνοισι ἔωθε Περσεὺς ἐπιφαίνεσθαι καὶ τι κεχωρίδαται Αἰγυπτίων τῶν ἄλλων ἀγῶνα γυμνικὸν τιθέντες , ἔφασαν τὸν Περσέα ἐκ τῆς ἑωυτῶν πόλιος γεγονέναι · τὸν γὰρ Δαναὸν καὶ τὸν Λυγκέα ἐόντας Χεμμίτας ἐκπλῶσαι ἐς τὴν Ἑλλάδα , ἀπὸ δὲ τούτων γενεηλογέοντες κατέβαινον ἐς τὸν Περσέα . ἀπικόμενον δὲ αὐτὸν ἐς Αἴγυπτον κατ’ αἰτίην τὴν καὶ Ἕλληνες λέγουσι , οἴσοντα ἐκ Λιβύης τὴν Γοργοῦς κεφαλήν , ἔφασαν ἐλθεῖν καὶ παρὰ σφέας καὶ ἀναγνῶναι τοὺς συγγενέας πάντας · ἐκμεμαθηκότα δέ μιν ἀπικέσθαι ἐς Αἴγυπτον τὸ τῆς Χέμμιος οὔνομα , πεπυσμένον παρὰ τῆς μητρός . ἀγῶνα δέ οἱ γυμνικὸν αὐτοῦ κελεύσαντος ἐπιτελέειν .
2.92 ταῦτα μὲν πάντα οἱ κατύπερθε τῶν ἑλέων οἰκέοντες Αἰγύπτιοι νομίζουσι · οἱ δὲ δὴ ἐν τοῖσι ἕλεσι κατοικημένοι τοῖσι μὲν αὐτοῖσι νόμοισι χρέωνται τοῖσι καὶ οἱ ἄλλοι Αἰγύπτιοι , καὶ τὰ ἄλλα καὶ γυναικὶ μιῇ ἕκαστος αὐτῶν συνοικέει κατά περ Ἕλληνες , ἀτὰρ πρὸς εὐτελείην τῶν σιτίων τάδε σφι ἄλλα ἐξεύρηται . ἐπεὰν πλήρης γένηται ποταμὸς καὶ τὰ πεδία πελαγίσῃ , φύεται ἐν τῷ ὕδατι κρίνεα πολλά , τὰ Αἰγύπτιοι καλέουσι λωτόν · ταῦτ’ ἐπεὰν δρέψωσι αὐαίνουσι πρὸς ἥλιον καὶ ἔπειτα τὸ ἐκ μέσου τοῦ λωτοῦ , τῇ μήκωνι ἐὸν ἐμφερές , πτίσαντες ποιεῦνται ἐξ αὐτοῦ ἄρτους ὀπτοὺς πυρί . ἔστι δὲ καὶ ῥίζα τοῦ λωτοῦ τούτου ἐδωδίμη καὶ ἐγγλύσσει ἐπιεικέως , ἐὸν στρογγύλον , μέγαθος κατὰ μῆλον .