2.90 ὃς δ’ ἂν αὐτῶν Αἰγυπτίων ξείνων ὁμοίως ὑπὸ κροκοδείλου ἁρπασθεὶς ὑπ’ αὐτοῦ τοῦ ποταμοῦ φαίνηται τεθνεώς , κατ’ ἣν ἂν πόλιν ἐξενειχθῇ , τούτους πᾶσα ἀνάγκη ἐστὶ ταριχεύσαντας αὐτὸν καὶ περιστείλαντας ὡς κάλλιστα θάψαι ἐν ἱρῇσι θήκῃσι · οὐδὲ ψαῦσαι ἔξεστι αὐτοῦ ἄλλον οὐδένα οὔτε τῶν προσηκόντων οὔτε τῶν φίλων , ἀλλά μιν αἱ ἱρέες αὐτοὶ τοῦ Νείλου ἅτε πλέον τι ἀνθρώπου νεκρὸν χειραπτάζοντες θάπτουσι .
2.91 ἑλληνικοῖσι δὲ νομαίοισι φεύγουσι χρᾶσθαι , τὸ δὲ σύμπαν εἰπεῖν , μηδ’ ἄλλων μηδαμὰ μηδαμῶν ἀνθρώπων νομαίοισι . οἱ μέν νυν ἄλλοι Αἰγύπτιοι οὕτω τοῦτο φυλάσσουσι , ἔστι δὲ Χέμμις πόλις μεγάλη νομοῦ τοῦ Θηβαϊκοῦ ἐγγὺς Νέης πόλιος · ἐν ταύτῃ τῇ πόλι ἐστὶ Περσέος τοῦ Δανάης ἱρὸν τετράγωνον , πέριξ δὲ αὐτοῦ φοίνικες πεφύκασι . τὰ δὲ πρόπυλα τοῦ ἱροῦ λίθινα ἐστὶ κάρτα μεγάλα · ἐπὶ δὲ αὐτοῖσι ἀνδριάντες δύο ἑστᾶσι λίθινοι μεγάλοι . ἐν δὲ τῷ περιβεβλημένῳ τούτῳ νηός τε ἔνι καὶ ἄγαλμα ἐν αὐτῷ ἐνέστηκε τοῦ Περσέος . οὗτοι οἱ Χεμμῖται λέγουσι τὸν Περσέα πολλάκις μὲν ἀνὰ τὴν γῆν φαίνεσθαί σφι πολλάκις δὲ ἔσω τοῦ ἱροῦ , σανδάλιόν τε αὐτοῦ πεφορημένον εὑρίσκεσθαι ἐὸν τὸ μέγαθος δίπηχυ , τὸ ἐπεὰν φανῇ , εὐθηνέειν ἅπασαν Αἴγυπτον . ταῦτα μὲν λέγουσι , ποιεῦσι δὲ τάδε Ἑλληνικὰ τῷ Περσέι · ἀγῶνα γυμνικὸν τιθεῖσι διὰ πάσης ἀγωνίης ἔχοντα , παρέχοντες ἄεθλα κτήνεα καὶ χλαίνας καὶ δέρματα .