2.75 λόγος δὲ ἐστὶ ἅμα τῷ ἔαρι πτερωτοὺς ὄφις ἐκ τῆς Ἀραβίης πέτεσθαι ἐπ’ Αἰγύπτου , τὰς δὲ ἴβις τὰς ὄρνιθας ἀπαντώσας ἐς τὴν ἐσβολὴν ταύτης τῆς χώρης οὐ παριέναι τοὺς ὄφις ἀλλὰ κατακτείνειν . καὶ τὴν ἶβιν διὰ τοῦτο τὸ ἔργον τετιμῆσθαι λέγουσι Ἀράβιοι μεγάλως πρὸς Αἰγυπτίων · ὁμολογέουσι δὲ καὶ Αἰγύπτιοι διὰ ταῦτα τιμᾶν τὰς ὄρνιθας ταύτας .
2.76 εἶδος δὲ τῆς μὲν ἴβιος τόδε · μέλαινα δεινῶς πᾶσα , σκέλεα δὲ φορέει γεράνου , πρόσωπον δὲ ἐς τὰ μάλιστα ἐπίγρυπον , μέγαθος ὅσον κρέξ . τῶν μὲν δὴ μελαινέων τῶν μαχομενέων πρὸς τοὺς ὄφις ἥδε ἰδέη , τῶν δ’ ἐν ποσὶ μᾶλλον εἱλευμενέων τοῖσι ἀνθρώποισι ʹδιξαὶ γὰρ δή εἰσι ἴβιεσ̓ ψιλὴ τὴν κεφαλὴν καὶ τὴν δειρὴν πᾶσαν , λευκὴ πτεροῖσι πλὴν κεφαλῆς καὶ αὐχένος καὶ ἀκρέων τῶν πτερύγων καὶ τοῦ πυγαίου ἄκρου ʹταῦτα δὲ τὰ εἶπον πάντα μέλανα ἐστὶ δεινῶσ̓ , σκέλεα δὲ καὶ πρόσωπον ἐμφερὴς τῇ ἑτέρῃ . τοῦ δὲ ὄφιος μορφὴ οἵη περ τῶν ὕδρων , πτίλα δὲ οὐ πτερωτὰ φορέει ἀλλὰ τοῖσι τῆς νυκτερίδος πτεροῖσι μάλιστά κῃ ἐμφερέστατα . Τοσαῦτα μὲν θηρίων πέρι ἱρῶν εἰρήσθω .
2.77 αὐτῶν δὲ δὴ Αἰγυπτίων οἳ μὲν περὶ τὴν σπειρομένην Αἴγυπτον οἰκέουσι , μνήμην ἀνθρώπων πάντων ἐπασκέοντες μάλιστα λογιώτατοι εἰσὶ μακρῷ τῶν ἐγὼ ἐς διάπειραν ἀπικόμην , τρόπῳ δὲ ζόης τοιῷδε διαχρέωνται · συρμαΐζουσι τρεῖς ἡμέρας ἐπεξῆς μηνὸς ἑκάστου , ἐμέτοισι θηρώμενοι τὴν ὑγιείην καὶ κλύσμασι , νομίζοντες ἀπὸ τῶν τρεφόντων σιτίων πάσας τὰς νούσους τοῖσι ἀνθρώποισι γίνεσθαι .