2.77 εἰσὶ μὲν γὰρ καὶ ἄλλως Αἰγύπτιοι μετὰ Λίβυας ὑγιηρέστατοι πάντων ἀνθρώπων τῶν ὡρέων δοκέειν ἐμοὶ εἵνεκα , ὅτι οὐ μεταλλάσσουσι αἱ ὧραι · ἐν γὰρ τῇσι μεταβολῇσι τοῖσι ἀνθρώποισι αἱ νοῦσοι μάλιστα γίνονται τῶν τε ἄλλων πάντων καὶ δὴ καὶ τῶν ὡρέων μάλιστα . ἀρτοφαγέουσι δὲ ἐκ τῶν ὀλυρέων ποιεῦντες ἄρτους , τοὺς ἐκεῖνοι κυλλήστις ὀνομάζουσι . οἴνῳ δὲ ἐκ κριθέων πεποιημένῳ διαχρέωνται · οὐ γάρ σφι εἰσὶ ἐν τῇ χώρῃ ἄμπελοι . ἰχθύων δὲ τοὺς μὲν πρὸς ἥλιον αὐήναντες ὠμοὺς σιτέονται , τοὺς δὲ ἐξ ἅλμης τεταριχευμένους . ὀρνίθων δὲ τούς τε ὄρτυγας καὶ τὰς νήσσας καὶ τὰ μικρὰ τῶν ὀρνίθων ὠμὰ σιτέονται προταριχεύσαντες . τὰ δὲ ἄλλα ὅσα ὀρνίθων ἰχθύων σφι ἐστὶ ἐχόμενα , χωρὶς ὁκόσοι σφι ἱροὶ ἀποδεδέχαται , τοὺς λοιποὺς ὀπτοὺς καὶ ἑφθοὺς σιτέονται .
2.78 ἐν δὲ τῇσι συνουσίῃσι τοῖσι εὐδαίμοσι αὐτῶν , ἐπεὰν ἀπὸ δείπνου γένωνται , περιφέρει ἀνὴρ νεκρὸν ἐν σορῷ ξύλινον πεποιημένον , μεμιμημένον ἐς τὰ μάλιστα καὶ γραφῇ καὶ ἔργῳ , μέγαθος ὅσον τε πηχυαῖον δίπηχυν , δεικνὺς δὲ ἑκάστῳ τῶν συμποτέων λέγει ʹ ἐς τοῦτον ὁρέων πῖνέ τε καὶ τέρπευ · ἔσεαι γὰρ ἀποθανὼν τοιοῦτος . ʹ ταῦτα μὲν παρὰ τὰ συμπόσια ποιεῦσι .
2.79 πατρίοισι δὲ χρεώμενοι νόμοισι ἄλλον οὐδένα ἐπικτῶνται · τοῖσι ἄλλα τε ἐπάξια ἐστὶ νόμιμα , καὶ δὴ καὶ ἄεισμα ἕν ἐστι , Λίνος , ὅσπερ ἔν τε Φοινίκῃ ἀοίδιμος ἐστὶ καὶ ἐν Κύπρῳ καὶ ἄλλῃ , κατὰ μέντοι ἔθνεα οὔνομα ἔχει ,