2.73 τοῦτον δὲ λέγουσι μηχανᾶσθαι τάδε , ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες · ἐξ Ἀραβίης ὁρμώμενον ἐς τὸ ἱρὸν τοῦ Ἡλίου κομίζειν τὸν πατέρα ἐν σμύρνῃ ἐμπλάσσοντα καὶ θάπτειν ἐν τοῦ Ἡλίου τῷ ἱρῷ , κομίζειν δὲ οὕτω · πρῶτον τῆς σμύρνης ᾠὸν πλάσσειν ὅσον τε δυνατός ἐστι φέρειν , μετὰ δὲ πειρᾶσθαι αὐτὸ φορέοντα , ἐπεὰν δὲ ἀποπειρηθῇ , οὕτω δὴ κοιλήναντα τὸ ᾠὸν τὸν πατέρα ἐς αὐτὸ ἐντιθέναι , σμύρνῃ δὲ ἄλλῃ ἐμπλάσσειν τοῦτο κατ’ τι τοῦ ᾠοῦ ἐκκοιλήνας ἐνέθηκε τὸν πατέρα · ἐσκειμένου δὲ τοῦ πατρὸς γίνεσθαι τὠυτὸ βάρος · ἐμπλάσαντα δὲ κομίζειν μιν ἐπ’ Αἰγύπτου ἐς τοῦ Ἡλίου τὸ ἱρόν . ταῦτα μὲν τοῦτον τὸν ὄρνιν λέγουσι ποιέειν .
2.74 εἰσὶ δὲ περὶ Θήβας ἱροὶ ὄφιες , ἀνθρώπων οὐδαμῶς δηλήμονες , οἳ μεγάθεϊ ἐόντες μικροὶ δύο κέρεα φορέουσι πεφυκότα ἐξ ἄκρης τῆς κεφαλῆς · τοὺς θάπτουσι ἀποθανόντας ἐν τῷ ἱρῷ τοῦ Διός · τούτου γὰρ σφέας τοῦ θεοῦ φασι εἶναι ἱρούς .
2.75 ἔστι δὲ χῶρος τῆς Ἀραβίης κατὰ Βουτοῦν πόλιν μάλιστά κῃ κείμενος , καὶ ἐς τοῦτο τὸ χωρίον ἦλθον πυνθανόμενος περὶ τῶν πτερωτῶν ὀφίων · ἀπικόμενος δὲ εἶδον ὀστέα ὀφίων καὶ ἀκάνθας πλήθεϊ μὲν ἀδύνατα ἀπηγήσασθαι , σωροὶ δὲ ἦσαν ἀκανθέων καὶ μεγάλοι καὶ ὑποδεέστεροι καὶ ἐλάσσονες ἔτι τούτων , πολλοὶ δὲ ἦσαν οὗτοι . ἔστι δὲ χῶρος οὗτος , ἐν τῷ αἱ ἄκανθαι κατακεχύαται , τοιόσδε τις , ἐσβολὴ ἐξ ὀρέων στεινῶν ἐς πεδίον μέγα , τὸ δὲ πεδίον τοῦτο συνάπτει τῷ Αἰγυπτίῳ πεδίῳ .