2.70 ἐπακούσας δὲ τῆς φωνῆς κροκόδειλος ἵεται κατὰ τὴν φωνήν , ἐντυχὼν δὲ τῷ νώτῳ καταπίνει · οἳ δὲ ἕλκουσι . ἐπεὰν δὲ ἐξελκυσθῇ ἐς γῆν , πρῶτον ἁπάντων θηρευτὴς πηλῷ κατ’ ὦν ἔπλασε αὐτοῦ τοὺς ὀφθαλμούς · τοῦτο δὲ ποιήσας κάρτα εὐπετέως τὰ λοιπὰ χειροῦται , μὴ ποιήσας δὲ τοῦτο σὺν πόνῳ .
2.71 οἱ δὲ ἵπποι οἱ ποτάμιοι νομῷ μὲν τῷ Παπρημίτῃ ἱροί εἰσι , τοῖσι δὲ ἄλλοισι Αἰγυπτίοισι οὐκ ἱροί . φύσιν δὲ παρέχονται ἰδέης τοιήνδε · τετράπουν ἐστί , δίχηλον , ὁπλαὶ βοός , σιμόν , λοφιὴν ἔχον ἵππου , χαυλιόδοντας φαῖνον , οὐρὴν ἵππου καὶ φωνήν , μέγαθος ὅσον τε βοῦς μέγιστος · τὸ δέρμα δ’ αὐτοῦ οὕτω δή τι παχύ ἐστι ὥστε αὔου γενομένου ξυστὰ ποιέεσθαι ἀκόντια ἐξ αὐτοῦ .
2.72 γίνονται δὲ καὶ ἐνύδριες ἐν τῷ ποταμῷ , τὰς ἱρὰς ἥγηνται εἶναι . νομίζουσι δὲ καὶ τῶν ἰχθύων τὸν καλεύμενον λεπιδωτὸν ἱρὸν εἶναι καὶ τὴν ἔγχελυν , ἱροὺς δὲ τούτους τοῦ Νείλου φασὶ εἶναι , καὶ τῶν ὀρνίθων τοὺς χηναλώπεκας .
2.73 ἔστι δὲ καὶ ἄλλος ὄρνις ἱρός , τῷ οὔνομα φοῖνιξ . ἐγὼ μέν μιν οὐκ εἶδον εἰ μὴ ὅσον γραφῇ · καὶ γὰρ δὴ καὶ σπάνιος ἐπιφοιτᾷ σφι , δι’ ἐτέων , ὡς Ἡλιοπολῖται λέγουσι , πεντακοσίων · φοιτᾶν δὲ τότε φασὶ ἐπεάν οἱ ἀποθάνῃ πατήρ . ἔστι δέ , εἰ τῇ γραφῇ παρόμοιος , τοσόσδε καὶ τοιόσδε · τὰ μὲν αὐτοῦ χρυσόκομα τῶν πτερῶν τὰ δὲ ἐρυθρὰ ἐς τὰ μάλιστα · αἰετῷ περιήγησιν ὁμοιότατος καὶ τὸ μέγαθος .