2.66 πολλῶν δὲ ἐόντων ὁμοτρόφων τοῖσι ἀνθρώποισι θηρίων πολλῷ ἂν ἔτι πλέω ἐγίνετο , εἰ μὴ κατελάμβανε τοὺς αἰελούρους τοιάδε · ἐπεὰν τέκωσι αἱ θήλεαι , οὐκέτι φοιτέουσι παρὰ τοὺς ἔρσενας · οἳ δὲ διζήμενοι μίσγεσθαι αὐτῇσι οὐκ ἔχουσι . πρὸς ὦν ταῦτα σοφίζονται τάδε · ἁρπάζοντες ἀπὸ τῶν θηλέων καὶ ὑπαιρεόμενοι τὰ τέκνα κτείνουσι , κτείναντες μέντοι οὐ πατέονται · αἳ δὲ στερισκόμεναι τῶν τέκνων , ἄλλων δὲ ἐπιθυμέουσαι , οὕτω δὴ ἀπικνέονται παρὰ τοὺς ἔρσενας · φιλότεκνον γὰρ τὸ θηρίον . πυρκαϊῆς δὲ γενομένης θεῖα πρήγματα καταλαμβάνει τοὺς αἰελούρους · οἱ μὲν γὰρ Αἰγύπτιοι διαστάντες φυλακὰς ἔχουσι τῶν αἰελούρων , ἀμελήσαντες σβεννύναι τὸ καιόμενον , οἱ δὲ αἰέλουροι διαδύνοντες καὶ ὑπερθρώσκοντες τοὺς ἀνθρώπους ἐσάλλονται ἐς τὸ πῦρ . ταῦτα δὲ γινόμενα πένθεα μεγάλα τοὺς Αἰγυπτίους καταλαμβάνει . ἐν ὁτέοισι δ’ ἂν οἰκίοισι αἰέλουρος ἀποθάνῃ ἀπὸ τοῦ αὐτομάτου , οἱ ἐνοικέοντες πάντες ξυρῶνται τὰς ὀφρύας μούνας , παρ’ ὁτέοισι δ’ ἂν κύων , πᾶν τὸ σῶμα καὶ τὴν κεφαλήν .
2.67 ἀπάγονται δὲ οἱ αἰέλουροι ἀποφανόντες ἐς ἱρὰς στέγας , ἔνθα θάπτονται ταριχευθέντες , ἐν Βουβάστιπόλι · τὰς δὲ κύνας ἐν τῇ ἑωυτῶν ἕκαστοι πόλι θάπτουσι ἐν ἱρῇσι θήκῃσι . ὣς δὲ αὕτως τῇσι κυσὶ οἱ ἰχνευταὶ θάπτονται . τὰς δὲ μυγαλᾶς καὶ τοὺς ἴρηκας ἀπάγουσι ἐς Βουτοῦν πόλιν , τὰς δὲ ἴβις ἐς Ἑρμέω πόλιν . τὰς δὲ ἄρκτους ἐούσας σπανίας καὶ τοὺς λύκους οὐ πολλῷ τεῳ ἐόντας ἀλωπέκων μέζονας αὐτοῦ θάπτουσι τῇ ἂν εὑρεθέωσι κείμενοι .