2.68 τῶν δὲ κροκοδείλων φύσις ἐστὶ τοιήδε . τοὺς χειμεριωτάτους μῆνας τέσσερας ἐσθίει οὐδέν , ἐὸν δὲ τετράπουν χερσαῖον καὶ λιμναῖον ἐστί . τίκτει μὲν γὰρ ᾠὰ ἐν γῇ καὶ ἐκλέπει , καὶ τὸ πολλὸν τῆς ἡμέρης διατρίβει ἐν τῷ ξηρῷ , τὴν δὲ νύκτα πᾶσαν ἐν τῷ ποταμῷ · θερμότερον γὰρ δή ἐστι τὸ ὕδωρ τῆς τε αἰθρίης καὶ τῆς δρόσου . πάντων δὲ τῶν ἡμεῖς ἴδμεν θνητῶν τοῦτο ἐξ ἐλαχίστου μέγιστον γίνεται · τὰ μὲν γὰρ ᾠὰ χηνέων οὐ πολλῷ μέζονα τίκτει , καὶ νεοσσὸς κατὰ λόγον τοῦ ᾠοῦ γίνεται , αὐξανόμενος δὲ γίνεται καὶ ἐς ἑπτακαίδεκα πήχεας καὶ μέζων ἔτι . ἔχει δὲ ὀφθαλμοὺς μὲν ὑός , ὀδόντας δὲ μεγάλους καὶ χαυλιόδοντας κατὰ λόγον τοῦ σώματος . γλῶσσαν δὲ μοῦνον θηρίων οὐκ ἔφυσε , οὐδὲ κινέει τὴν κάτω γνάθον , ἀλλὰ καὶ τοῦτο μοῦνον θηρίων τὴν ἄνω γνάθον προσάγει τῇ κάτω . ἔχει δὲ καὶ ὄνυχας καρτεροὺς καὶ δέρμα λεπιδωτὸν ἄρρηκτον ἐπὶ τοῦ νώτου . τυφλὸν δὲ ἐν ὕδατι , ἐν δὲ τῇ αἰθρίῃ ὀξυδερκέστατον . ἅτε δὴ ὦν ἐν ὕδατι δίαιταν ποιεύμενον , τὸ στόμα ἔνδοθεν φονέει πᾶν μεστὸν βδελλέων . τὰ μὲν δὴ ἄλλα ὄρνεα καὶ θηρία φεύγει μιν , δὲ τροχίλος εἰρηναῖόν οἱ ἐστὶ ἅτε ὠφελεομένῳ πρὸς αὐτοῦ ·