2.65 ἐοῦσα Αἴγυπτος ὅμουρος τῇ Λιβύῃ οὐ μάλα θηριώδης ἐστί · τὰ δὲ ἐόντα σφι ἅπαντα ἱρὰ νενόμισται , καὶ τὰ μὲν σύντροφα αὐτοῖσι τοῖσι ἀνθρώποισι , τὰ δὲ οὔ . τῶν δὲ εἵνεκεν ἀνεῖται τὰ θηρία ἱρὰ εἰ λέγοιμι , καταβαίην ἂν τῷ λόγῳ ἐς τὰ θεῖα πρήγματα , τὰ ἐγὼ φεύγω μάλιστα ἀπηγέεσθαι · τὰ δὲ καὶ εἴρηκα αὐτῶν ἐπιψαύσας , ἀναγκαίῃ καταλαμβανόμενος εἶπον . νόμος δὲ ἐστὶ περὶ τῶν θηρίων ὧδε ἔχων · μελεδωνοὶ ἀποδεδέχαται τῆς τροφῆς χωρὶς ἑκάστων καὶ ἔρσενες καὶ θήλεαι τῶν Αἰγυπτίων , τῶν παῖς παρὰ πατρὸς ἐκδέκεται τὴν τιμήν . οἳ δὲ ἐν τῇσι πόλισι ἕκαστοι εὐχὰς τάσδε σφι ἀποτελέουσι · εὐχόμενοι τῷ θεῷ τοῦ ἂν τὸ θηρίον , ξυρῶντες τῶν παιδίων πᾶσαν τὴν κεφαλὴν τὸ ἥμισυ τὸ τρίτον μέρος τῆς κεφαλῆς , ἱστᾶσι σταθμῷ πρὸς ἀργύριον τὰς τρίχας · τὸ δ’ ἂν ἑλκύσῃ , τοῦτο τῇ μελεδωνῷ τῶν θηρίων διδοῖ , δὲ ἀντ’ αὐτοῦ τάμνουσα ἰχθῦς παρέχει βορὴν τοῖσι θηρίοισι . τροφὴ μὲν δὴ αὐτοῖσι τοιαύτη ἀποδέδεκται · τὸ δ’ ἄν τις τῶν θηρίων τούτων ἀποκτείνῃ , ἢν μὲν ἑκών , θάνατος ζημίη , ἢν δὲ ἀέκων , ἀποτίνει ζημίην τὴν ἂν οἱ ἱρέες τάξωνται . ὃς δ’ ἂν ἶβιν ἴρηκα ἀποκτείνῃ , ἤν τε ἑκὼν ἤν τε ἀέκων , τεθνάναι ἀνάγκη .