2.57 μετὰ δὲ χρόνον τὴν πελειάδα ἀνθρωπηίῃ φωνῇ αὐδάξασθαι λέγουσι , ἐπείτε συνετά σφι ηὔδα γυνή · ἕως δὲ ἐβαρβάριζε , ὄρνιθος τρόπον ἐδόκεέ σφι φθέγγεσθαι , ἐπεὶ τέῳ ἂν τρόπῳ πελειάς γε ἀνθρωπηίῃ φωνῇ φθέγξαιτο ; μέλαιναν δὲ λέγοντες εἶναι τὴν πελειάδα σημαίνουσι ὅτι Αἰγυπτίη γυνὴ ἦν . δὲ μαντηίη τε ἐν Θήβῃσι τῇσι Αἰγυπτίῃσι καὶ ἐν Δωδώνῃ παραπλήσιαι ἀλλήλῃσι τυγχάνουσι ἐοῦσαι . ἔστι δὲ καὶ τῶν ἱρῶν μαντικὴ ἀπ’ Αἰγύπτου ἀπιγμένη .
2.58 πανηγύρις δὲ ἄρα καὶ πομπὰς καὶ προσαγωγὰς πρῶτοι ἀνθρώπων Αἰγύπτιοι εἰσὶ οἱ ποιησάμενοι , καὶ παρὰ τούτων Ἕλληνες μεμαθήκασι . τεκμήριον δέ μοι τούτου τόδε · αἱ μὲν γὰρ φαίνονται ἐκ πολλοῦ τευ χρόνου ποιεύμεναι , αἱ δὲ Ἑλληνικαὶ νεωστὶ ἐποιήθησαν .
2.59 πανηγυρίζουσι δὲ Αἰγύπτιοι οὐκ ἅπαξ τοῦ ἐνιαυτοῦ , πανηγύρις δὲ συχνάς , μάλιστα μὲν καὶ προθυμότατα ἐς Βούβαστιν πόλιν τῇ Ἀρτέμιδι , δεύτερα δὲ ἐς Βούσιριν πόλιν τῇ Ἴσι · ἐν ταύτῃ γὰρ δὴ τῇ πόλι ἐστὶ μέγιστον Ἴσιος ἱρόν , ἵδρυται δὲ πόλις αὕτη τῆς Αἰγύπτου ἐν μέσῳ τῷ Δέλτα · Ἶσις δὲ ἐστὶ κατὰ τὴν Ἑλλήνων γλῶσσαν Δημήτηρ . τρίτα δὲ ἐς Σάιν πόλιν τῇ Ἀθηναίῃ πανηγυρίζουσι , τέταρτα δὲ ἐς Ἡλίου πόλιν τῷ Ἡλίω , πέμπτα δὲ ἐς Βουτοῦν πόλιν τῇ Λητοῖ , ἕκτα δὲ ἐς Πάπρημιν πόλιν τῷ Ἄρεϊ .