2.60 ἐς μέν νυν Βούβαστιν πόλιν ἐπεὰν κομίζωνται , ποιεῦσι τοιάδε . πλέουσί τε γὰρ δὴ ἅμα ἄνδρες γυναιξὶ καὶ πολλόν τι πλῆθος ἑκατέρων ἐν ἑκάστῃ βάρι · αἳ μὲν τινὲς τῶν γυναικῶν κρόταλα ἔχουσαι κροταλίζουσι , οἳ δὲ αὐλέουσι κατὰ πάντα τὸν πλόον , αἱ δὲ λοιπαὶ γυναῖκες καὶ ἄνδρες ἀείδουσι καὶ τὰς χεῖρας κροτέουσι . ἐπεὰν δὲ πλέοντες κατά τινα πόλιν ἄλλην γένωνται , ἐγχρίμψαντες τὴν βᾶριν τῇ γῇ ποιεῦσι τοιάδε · αἳ μὲν τινὲς τῶν γυναικῶν ποιεῦσι τά περ εἴρηκα , αἳ δὲ τωθάζουσι βοῶσαι τὰς ἐν τῇ πόλι ταύτῃ γυναῖκας , αἳ δὲ ὀρχέονται , αἳ δὲ ἀνασύρονται ἀνιστάμεναι . ταῦτα παρὰ πᾶσαν πόλιν παραποταμίην ποιεῦσι · ἐπεὰν δὲ ἀπίκωνται ἐς τὴν Βούβαστιν , ὁρτάζουσι μεγάλας ἀνάγοντες θυσίας , καὶ οἶνος ἀμπέλινος ἀναισιμοῦται πλέων ἐν τῇ ὁρτῇ ταύτῃ ἐν τῷ ἅπαντι ἐνιαυτῷ τῷ ἐπιλοίπῳ . συμφοιτῶσι δέ , τι ἀνὴρ καὶ γυνή ἐστι πλὴν παιδίων , καὶ ἐς ἑβδομήκοντα μυριάδας , ὡς οἱ ἐπιχώριοι λέγουσι .
2.61 ταῦτα μὲν δὴ ταύτῃ ποιέεται , ἐν δὲ Βουσίρι πόλι ὡς ἀνάγουσι τῇ Ἴσι τὴν ὁρτήν , εἴρηται προτερόν μοι · τύπτονται μὲν γὰρ δὴ μετὰ τὴν θυσίην πάντες καὶ πᾶσαι , μυριάδες κάρτα πολλαὶ ἀνθρώπων · τὸν δὲ τύπτονται , οὔ μοι ὅσιον ἐστὶ λέγειν . ὅσοι δὲ Καρῶν εἰσι ἐν Αἰγύπτῳ οἰκέοντες , οὗτοι δὲ τοσούτῳ ἔτι πλέω ποιεῦσι τούτων ὅσῳ καὶ τὰ μέτωπα κόπτονται μαχαίρῃσι , καὶ τούτῳ εἰσὶ δῆλοι ὅτι εἰσὶ ξεῖνοι καὶ οὐκ Αἰγύπτιοι .