2.55 ἱζομένην δέ μιν ἐπὶ φηγὸν αὐδάξασθαι φωνῇ ἀνθρωπηίῃ ὡς χρεὸν εἴη μαντήιον αὐτόθι Διὸς γενέσθαι , καὶ αὐτοὺς ὑπολαβεῖν θεῖον εἶναι τὸ ἐπαγγελλόμενον αὐτοῖσι , καί σφεας ἐκ τούτου ποιῆσαι . τὴν δὲ ἐς τοὺς Λίβυας οἰχομένην πελειάδα λέγουσι Ἄμμωνος χρηστήριον κελεῦσαι τοὺς Λίβυας ποιέειν · ἔστι δὲ καὶ τοῦτο Διός . Δωδωναίων δὲ αἱ ἱρεῖαι , τῶν τῇ πρεσβυτάτῃ οὔνομα ἦν Προμένεια , τῇ δὲ μετὰ ταύτην Τιμαρέτη , τῇ δὲ νεωτάτῃ Νικάνδρη , ἔλεγον ταῦτα · συνωμολόγεον δέ σφι καὶ οἱ ἄλλοι Δωδωναῖοι οἱ περὶ τὸ ἱρόν .
2.56 ἐγὼ δ’ ἔχω περὶ αὐτῶν γνώμην τήνδε · εἰ ἀληθέως οἱ Φοίνικες ἐξήγαγον τὰς ἱρὰς γυναῖκας καὶ τὴν μὲν αὐτέων ἐς Λιβύην τὴν δὲ ἐς τὴν Ἐλλάδα ἀπέδοντο , δοκέει ἐμοί γυνὴ αὕτη τῆς νῦν Ἑλλάδος , πρότερον δὲ Πελασγίης καλευμένης τῆς αὐτῆς ταύτης , πρηθῆναι ἐς Θεσπρωτούς , ἔπειτα δουλεύουσα αὐτόθι ἱδρύσασθαι ὑπὸ φηγῷ πεφυκυίῃ ἱρὸν Διός , ὥσπερ ἦν οἰκὸς ἀμφιπολεύουσαν ἐν Θήβῃσι ἱρὸν Διός , ἔνθα ἀπίκετο , ἐνθαῦτα μνήμην αὐτοῦ ἔχειν · ἐκ δὲ τούτου χρηστήριον κατηγήσατο , ἐπείτε συνέλαβε τὴν Ἑλλάδα γλῶσσαν · φάναι δέ οἱ ἀδελφεὴν ἐν Λιβύῃ πεπρῆσθαι ὑπὸ τῶν αὐτῶν Φοινίκων ὑπ’ ὧν καὶ αὐτὴ ἐπρήθη .
2.57 πελειάδες δέ μοι δοκέουσι κληθῆναι πρὸς Δωδωναίων ἐπὶ τοῦδε αἱ γυναῖκες , διότι βάρβαροι ἦσαν , ἐδόκεον δέ σφι ὁμοίως ὄρνισι φθέγγεσθαι ·