2.49 οὐ μὲν οὐδὲ φήσω ὅκως Αἰγύπτιοι παρ’ Ἑλλήνων ἔλαβον τοῦτο ἄλλο κού τι νόμαιον . πυθέσθαι δέ μοι δοκέει μάλιστα Μελάμπους τὰ περὶ τὸν Διόνυσον παρὰ Κάδμου τε τοῦ Τυρίου καὶ τῶν σὺν αὐτῷ ἐκ Φοινίκης ἀπικομένων ἐς τὴν νῦν Βοιωτίην καλεομένην χώρην .
2.50 σχεδὸν δὲ καὶ πάντων τὰ οὐνόματα τῶν θεῶν ἐξ Αἰγύπτου ἐλήλυθε ἐς τὴν Ἑλλάδα . διότι μὲν γὰρ ἐκ τῶν βαρβάρων ἥκει , πυνθανόμενος οὕτω εὑρίσκω ἐόν · δοκέω δ’ ὦν μάλιστα ἀπ’ Αἰγύπτου ἀπῖχθαι . ὅτι γὰρ δὴ μὴ Ποσειδέωνος καὶ Διοσκούρων , ὡς καὶ πρότερόν μοι ταῦτα εἴρηται , καὶ Ἥρης καὶ Ἱστίης καὶ Θέμιος καὶ Χαρίτων καὶ Νηρηίδων , τῶν ἄλλων θεῶν Αἰγυπτίοισι αἰεί κοτε τὰ οὐνόματα ἐστὶ ἐν τῇ χώρῃ . λέγω δὲ τὰ λέγουσι αὐτοὶ Αἰγύπτιοι . τῶν δὲ οὔ φασι θεῶν γινώσκειν τὰ οὐνόματα , οὗτοι δέ μοι δοκέουσι ὑπὸ Πελασγῶν ὀνομασθῆναι , πλὴν Ποσειδέωνος · τοῦτον δὲ τὸν θεὸν παρὰ Λιβύων ἐπύθοντο · οὐδαμοὶ γὰρ ἀπ’ ἀρχῆς Ποσειδέωνος οὔνομα ἔκτηνται εἰ μὴ Λίβυες καὶ τιμῶσι τὸν θεὸν τοῦτον αἰεί . νομίζουσι δ’ ὦν Αἰγύπτιοι οὐδ’ ἥρωσι οὐδέν .
2.51 ταῦτα μέν νυν καὶ ἄλλα πρὸς τούτοισι , τὰ ἐγὼ φράσω , Ἕλληνες ἀπ’ Αἰγυπτίων νενομίκασι · τοῦ δὲ Ἑρμέω τὰ ἀγάλματα ὀρθὰ ἔχειν τὰ αἰδοῖα ποιεῦντες οὐκ ἀπ’ Αἰγυπτίων μεμαθήκασι , ἀλλ’ ἀπὸ Πελασγῶν πρῶτοι μὲν Ἑλλήνων ἁπάντων Ἀθηναῖοι παραλαβόντες , παρὰ δὲ τούτων ὧλλοι .