2.48 τὴν δὲ ἄλλην ἀνάγουσι ὁρτὴν τῷ Διονύσῳ οἱ Αἰγύπτιοι πλὴν χορῶν κατὰ ταὐτὰ σχεδὸν πάντα Ἕλλησι · ἀντὶ δὲ φαλλῶν ἄλλα σφι ἐστὶ ἐξευρημένα , ὅσον τε πηχυαῖα ἀγάλματα νευρόσπαστα , τὰ περιφορέουσι κατὰ κώμας γυναῖκες , νεῦον τὸ αἰδοῖον , οὐ πολλῷ τεῳ ἔλασσον ἐὸν τοῦ ἄλλου σώματος · προηγέεται δὲ αὐλός , αἳ δὲ ἕπονται ἀείδουσαι τὸν Διόνυσον . διότι δὲ μέζον τε ἔχει τὸ αἰδοῖον καὶ κινέει μοῦνον τοῦ σώματος , ἔστι λόγος περὶ αὐτοῦ ἱρὸς λεγόμενος .
2.49 ἤδη ὦν δοκέει μοι Μελάμπους Ἀμυθέωνος τῆς θυσίης ταύτης οὐκ εἶναι ἀδαὴς ἀλλ’ ἔμπειρος . Ἕλλησι γὰρ δὴ Μελάμπους ἐστὶ ἐξηγησάμενος τοῦ Διονύσου τό τε οὔνομα καὶ τὴν θυσίην καὶ τὴν πομπὴν τοῦ φαλλοῦ · ἀτρεκέως μὲν οὐ πάντα συλλαβὼν τὸν λόγον ἔφηνε , ἀλλ’ οἱ ἐπιγενόμενοι τούτῳ σοφισταὶ μεζόνως ἐξέφηναν · τὸν δ’ ὦν φαλλὸν τὸν τῷ Διονύσῳ πεμπόμενον Μελάμπους ἐστὶ κατηγησάμενος , καὶ ἀπὸ τούτου μαθόντες ποιεῦσι τὰ ποιεῦσι Ἕλληνες . ἐγὼ μέν νυν φημὶ Μελάμποδα γενόμενον ἄνδρα σοφὸν μαντικήν τε ἑωυτῷ συστῆσαι καὶ πυθόμενον ἀπ’ Αἰγύπτου ἄλλα τε πολλὰ ἐσηγήσασθαι Ἕλλησι καὶ τὰ περὶ τὸν Διόνυσον , ὀλίγα αὐτῶν παραλλάξαντα . οὐ γὰρ δὴ συμπεσεῖν γε φήσω τά τε ἐν Αἰγύπτῳ ποιεύμενα τῷ θεῷ καὶ τὰ ἐν τοῖσι Ἕλλησι · ὁμότροπα γὰρ ἂν ἦν τοῖσι Ἕλλησι καὶ οὐ νεωστὶ ἐσηγμένα .